Thesauros Literature Tragedy Ἑλένη

Ἑλένη

Ἑλένη Euripides

Parodos

[Choral]
ὤ, μεγάλων ἀχέων καταβαλλομένα μέγαν οἶκτον
Ἑλένη
ποῖον ἁμιλλαθῶ γόον; ἢ τίνα μοῦσαν ἐπέλθω 165
 
δάκρυσιν ἢ θρήνοις ἢ πένθεσιν; αἰαῖ.
[Choral 1]
πτεροφόροι νεάνιδες,
Ἑλένη
παρθένοι Χθονὸς κόραι
 
Σειρῆνες, εἴθʼ ἐμοῖς γόοις
 
μόλοιτʼ ἔχουσαι Λίβυν 170
 
λωτὸν ἢ σύριγγας ἢ
 
φόρμιγγας, αἰλίνοις κακοῖς
 
τοῖς ἐμοῖσι σύνοχα δάκρυα·
 
πάθεσι πάθεα, μέλεσι μέλεα,
 
μουσεῖα θρηνήμα-
 
σι ξυνῳδὰ πέμψειε
 
Φερσέφασσα 175
 
φόνια, χάριτας ἵνʼ ἐπὶ δάκρυσι
 
παρʼ ἐμέθεν ὑπὸ μέλαθρα νύχια
 
παιᾶνα
 
νέκυσιν ὀλομένοις λάβῃ.
Χορός
κυανοειδὲς ἀμφʼ ὕδωρ
 
ἔτυχον ἕλικά τʼ ἀνὰ χλόαν 180
 
φοίνικας ἁλίου πέπλους
 
αὐγαῖσιν ἐν χρυσέαις
 
ἀμφὶ δόνακος ἔρνεσιν
 
θάλπουσα· ποτνίας δʼ ἐμᾶς,
 
ἔνθεν οἰκτρὸν ἀνεβόασεν,
 
ὅμαδον ἔκλυον, ἄλυρον ἔλεγον, 185
 
ὅτι ποτʼ ἔλακεν αἰάγμα-
 
σι στένουσα, Νύμφα τις
 
οἷα Ναῒς
 
ὄρεσι φυγάδα νόμον ἱεῖσα
← Önceki bölüm Parodos · 1 / 4 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme