Thesauros Literature Tragedy Ἑλένη

Ἑλένη

Ἑλένη Euripides

Parodos

[Choral 1]
γοερόν, ὑπὸ δὲ πέτρινα γύαλα
Χορός
κλαγγαῖσι
 
Πανὸς ἀναβοᾷ γάμους. 190
[Choral 2]
ἰὼ ἰώ·
Ἑλένη
θήραμα βαρβάρου πλάτας,
 
Ἑλλανίδες κόραι,
 
ναύτας Ἀχαιῶν
 
τις ἔμολεν ἔμολε δάκρυα δάκρυσί μοι φέρων. 195
 
Ἰλίου κατασκαφαὶ
 
πυρὶ μέλουσι δαΐῳ
 
διʼ ἐμὲ τὰν πολυκτόνον,
 
διʼ ἐμὸν ὄνομα πολύπονον.
 
Λήδα δʼ ἐν ἀγχόναις 200
 
θάνατον ἔλαβεν αἰσχύ-
 
νας ἐμᾶς ὑπʼ ἀλγέων.
 
ὁ δʼ ἐμὸς ἐν ἁλὶ πολυπλανὴς
 
πόσις ὀλόμενος οἴχεται,
 
κάστορός τε συγγόνου τε 205
 
διδυμογενὲς ἄγαλμα πατρίδος
 
ἀφανὲς ἀφανὲς ἱππόκροτα λέ-
 
λοιπε δάπεδα γυμνάσιά τε
 
δονακόεντος Εὐρώ- 210
 
τα, νεανιᾶν πόνον. 210
Χορός
αἰαῖ αἰαῖ·
 
ὦ δαίμονος πολυστόνου
 
μοίρας τε σᾶς, γύναι.
 
αἰὼν δυσαίων
 
τις ἔλαχεν ἔλαχεν, ὅτε σʼ ἐτέκετο ματρόθεν
 
χιονόχρως κύκνου πτερῷ 215
 
Ζεὺς πρέπων διʼ αἰθέρος·
← Önceki Parodos · 2 / 4 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme