Thesauros Literature Tragedy Ἑλένη

Ἑλένη

Ἑλένη Euripides

Epeisodion 2

Ἑλένη
ὄλωλα· φροῦδα τἀμὰ κοὐδέν εἰμʼ ἔτι.
Θεοκλύμενος
ἐν τῷ δὲ κεῖσαι συμφορᾶς; τίς ἡ τύχη; 1195
Ἑλένη
Μενέλαος — οἴμοι, πῶς φράσω; — τέθνηκέ μοι.
Θεοκλύμενος
οὐδέν τι χαίρω σοῖς λόγοις, τὰ δʼ εὐτυχῶ.
 
πῶς δʼ οἶσθα; μῶν σοι Θεονόη λέγει τάδε;
Ἑλένη
κείνη τε φησὶν ὅ τε παρὼν ὅτʼ ὤλλυτο.
Θεοκλύμενος
ἥκει γὰρ ὅστις καὶ τάδʼ ἀγγέλλει σαφῆ; 1200
Ἑλένη
ἥκει· μόλοι γὰρ οἷ σφʼ ἐγὼ χρῄζω μολεῖν.
Θεοκλύμενος
τίς ἐστι; ποῦ ʼστιν; ἵνα σαφέστερον μάθω.
Ἑλένη
ὅδʼ ὃς κάθηται τῷδʼ ὑποπτήξας τάφῳ.
Θεοκλύμενος
Ἄπολλον, ὡς ἐσθῆτι δυσμόρφῳ πρέπει.
Ἑλένη
οἴμοι, δοκῶ μὲν κἀμὸν ὧδʼ ἔχειν πόσιν. 1205
Θεοκλύμενος
ποδαπὸς δʼ ὅδʼ ἁνὴρ καὶ πόθεν κατέσχε γῆν;
Ἑλένη
Ἕλλην, Ἀχαιῶν εἷς ἐμῷ σύμπλους πόσει.
Θεοκλύμενος
θανάτῳ δὲ ποίῳ φησὶ Μενέλεων θανεῖν;
Ἑλένη
οἰκτρόταθʼ, ὑγροῖσιν ἐν κλυδωνίοις ἁλός.
Θεοκλύμενος
ποῦ βαρβάροισι πελάγεσιν ναυσθλούμενον; 1210
Ἑλένη
Λιβύης ἀλιμένοις ἐκπεσόντα πρὸς πέτραις.
Θεοκλύμενος
καὶ πῶς ὅδʼ οὐκ ὄλωλε κοινωνῶν πλάτης;
Ἑλένη
ἐσθλῶν κακίους ἐνίοτʼ εὐτυχέστεροι.
Θεοκλύμενος
λιπὼν δὲ ναὸς ποῦ πάρεστιν ἔκβολα;
Ἑλένη
ὅπου κακῶς ὄλοιτο, Μενέλεως δὲ μή. 1215
Θεοκλύμενος
ὄλωλʼ ἐκεῖνος. ἦλθε δʼ ἐν ποίῳ σκάφει;
Ἑλένη
ναῦταί σφʼ ἀνείλοντʼ ἐντυχόντες, ὡς λέγει.
Θεοκλύμενος
ποῦ δὴ τὸ πεμφθὲν ἀντὶ σοῦ Τροίᾳ κακόν;
Ἑλένη
νεφέλης λέγεις ἄγαλμα; ἐς αἰθέρʼ οἴχεται.
Θεοκλύμενος
ὦ Πρίαμε καὶ γῆ Τρῳάς, ὡς ἔρρεις μάτην. 1220
Ἑλένη
κἀγὼ μετέσχον Πριαμίδαις δυσπραξίας.
Θεοκλύμενος
πόσιν δʼ ἄθαπτον ἔλιπεν ἢ κρύπτει χθονί;
Ἑλένη
ἄθαπτον· οἲ ἐγὼ τῶν ἐμῶν τλήμων κακῶν.
← Önceki Epeisodion 2 · 2 / 5 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme