Thesauros Literature Tragedy Ἑλένη

Ἑλένη

Ἑλένη Euripides

Epeisodion 2

Θεοκλύμενος
τῶνδʼ οὕνεκʼ ἔταμες βοστρύχους ξανθῆς κόμης·
Ἑλένη
φίλος γάρ ἐστιν, ὅς ποτʼ ἐστίν, ἐνθάδʼ ὤν. 1225
Θεοκλύμενος
ὀρθῶς μὲν ἥδε συμφορὰ δακρύεται —
Ἑλένη
ἐν εὐμαρεῖ γοῦν σὴν κασιγνήτην λαθεῖν.
Θεοκλύμενος
οὐ δῆτα. πῶς οὖν; τόνδʼ ἔτʼ οἰκήσεις τάφον;
Ἑλένη
τί κερτομεῖς με, τὸν θανόντα δʼ οὐκ ἐᾷς;
Θεοκλύμενος
πιστὴ γὰρ εἶ σὺ σῷ πόσει φεύγουσά με. 1230
Ἑλένη
ἀλλʼ οὐκέτʼ· ἤδη δʼ ἄρχε τῶν ἐμῶν γάμων.
Θεοκλύμενος
χρόνια μὲν ἦλθεν, ἀλλʼ ὅμως αἰνῶ τάδε.
Ἑλένη
οἶσθʼ οὖν ὃ δρᾶσον; τῶν πάρος λαθώμεθα.
Θεοκλύμενος
ἐπὶ τῷ; χάρις γὰρ ἀντὶ χάριτος ἐλθέτω.
Ἑλένη
σπονδὰς τέμωμεν καὶ διαλλάχθητί μοι. 1235
Θεοκλύμενος
μεθίημι νεῖκος τὸ σόν, ἴτω δʼ ὑπόπτερον.
Ἑλένη
πρός νύν σε γονάτων τῶνδʼ, ἐπείπερ εἶ φίλος —
Θεοκλύμενος
τί χρῆμα θηρῶσʼ ἱκέτις ὠρέχθης ἐμοῦ;
Ἑλένη
τὸν κατθανόντα πόσιν ἐμὸν θάψαι θέλω.
Θεοκλύμενος
τί δʼ; ἔστʼ ἀπόντων τύμβος; ἢ θάψεις σκιάν; 1240
Ἑλένη
Ἕλλησίν ἐστι νόμος, ὃς ἂν πόντῳ θάνῃ —
Θεοκλύμενος
τί δρᾶν; σοφοί τοι Πελοπίδαι τὰ τοιάδε.
Ἑλένη
κενοῖσι θάπτειν ἐν πέπλων ὑφάσμασιν.
Θεοκλύμενος
κτέριζʼ· ἀνίστη τύμβον οὗ χρῄζεις χθονός.
Ἑλένη
οὐχ ὧδε ναύτας ὀλομένους τυμβεύομεν. 1245
Θεοκλύμενος
πῶς δαί; λέλειμμαι τῶν ἐν Ἕλλησιν νόμων.
Ἑλένη
ἐς πόντον ὅσα χρὴ νέκυσιν ἐξορμίζομεν.
Θεοκλύμενος
τί σοι παράσχω δῆτα τῷ τεθνηκότι;
Ἑλένη
ὅδʼ οἶδʼ, ἐγὼ δʼ ἄπειρος, εὐτυχοῦσα πρίν.
Θεοκλύμενος
ὦ ξένε, λόγων μὲν κληδόνʼ ἤνεγκας φίλην. 1250
Μενελέως
οὔκουν ἐμαυτῷ γʼ οὐδὲ τῷ τεθνηκότι.
Θεοκλύμενος
πῶς τοὺς θανόντας θάπτετʼ ἐν πόντῳ νεκρούς;
Μενελέως
ὡς ἂν παρούσης οὐσίας ἕκαστος ᾖ.
← Önceki Epeisodion 2 · 3 / 5 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme