Thesauros Literature Tragedy Ἑλένη

Ἑλένη

Ἑλένη Euripides

Epeisodion 3

Θεοκλύμενος
ἄγαν γὰρ αὐτὸν οὐ παρόνθʼ ὅμως στένεις.
Ἑλένη
ὦ καινὸς ἡμῖν πόσις, ἀναγκαίως ἔχει
 
τὰ πρῶτα λέκτρα νυμφικάς θʼ ὁμιλίας 1400
 
τιμᾶν· ἐγὼ δὲ διὰ τὸ μὲν στέργειν πόσιν
 
καὶ ξυνθάνοιμʼ ἄν· ἀλλὰ τίς κείνῳ χάρις
 
ξὺν κατθανόντι κατθανεῖν; ἔα δέ με
 
αὐτὴν μολοῦσαν ἐντάφια δοῦναι νεκρῷ.
 
θεοὶ δὲ σοί τε δοῖεν οἷʼ ἐγὼ θέλω, 1405
 
καὶ τῷ ξένῳ τῷδʼ, ὅτι συνεκπονεῖ τάδε.
 
ἕξεις δέ μʼ οἵαν χρή σʼ ἔχειν ἐν δώμασι
 
γυναῖκʼ, ἐπειδὴ Μενέλεων εὐεργετεῖς
 
κἄμʼ· ἔρχεται γὰρ δή τινʼ ἐς τύχην τάδε.
 
ὅστις δὲ δώσει ναῦν ἐν ᾗ τάδʼ ἄξομεν, 1410
 
πρόσταξον, ὡς ἂν τὴν χάριν πλήρη λάβω.
Θεοκλύμενος
χώρει σὺ καὶ ναῦν τοῖσδε πεντηκόντορον
 
Σιδωνίαν δὸς κἀρετμῶν ἐπιστάτας.
Ἑλένη
οὔκουν ὅδʼ ἄρξει ναὸς ὃς κοσμεῖ τάφον;
Θεοκλύμενος
μάλιστʼ· ἀκούειν τοῦδε χρὴ ναύτας ἐμούς. 1415
Ἑλένη
αὖθις κέλευσον, ἵνα σαφῶς μάθωσί σου.
Θεοκλύμενος
αὖθις κελεύω καὶ τρίτον γʼ, εἴ σοι φίλον.
Ἑλένη
ὄναιο· κἀγὼ τῶν ἐμῶν βουλευμάτων.
Θεοκλύμενος
μή νυν ἄγαν σὸν δάκρυσιν ἐκτήξῃς χρόα.
Ἑλένη
ἥδʼ ἡμέρα σοι τὴν ἐμὴν δείξει χάριν. 1420
Θεοκλύμενος
τὰ τῶν θανόντων οὐδέν, ἀλλʼ ἄλλως πόνος.
Ἑλένη
ἔστιν τι κἀκεῖ κἀνθάδʼ ὧν ἐγὼ λέγω.
Θεοκλύμενος
οὐδὲν κακίω Μενέλεώ μʼ ἕξεις πόσιν.
Ἑλένη
οὐδὲν σὺ μεμπτός· τῆς τύχης με δεῖ μόνον.
Θεοκλύμενος
ἐν σοὶ τόδʼ, ἢν σὴν εἰς ἔμʼ εὔνοιαν διδῷς. 1425
Ἑλένη
οὐ νῦν διδαξόμεσθα τοὺς φίλους φιλεῖν.
Θεοκλύμενος
βούλῃ ξυνεργῶν αὐτὸς ἐκπέμψω στόλον;
← Önceki Epeisodion 3 · 2 / 3 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme