Thesauros Literature Tragedy Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Stasimon 5

[Episode]
ἐπεὶ προθυμῇ τῆσδε κοινοῦσθαι φυγῆς.
Ἀντιγόνη
ἴθʼ ἐς φυγὰν τάλαιναν· ὄρεγε χέρα φίλαν, 1710
 
πάτερ γεραιέ, πομπίμαν
 
ἔχων ἔμʼ ὥστε ναυσίπομπον αὔραν.
Οἰδίπους
ἰδοὺ ἰδού, πορεύομαι·
 
τέκνον, σύ μοι ποδαγὸς ἀθλία γενοῦ. 1715
Ἀντιγόνη
γενόμεθα γενόμεθʼ, ἄθλιαί
 
γε δῆτα Θηβαιᾶν μάλιστα παρθένων.
Οἰδίπους
πόθι γεραιὸν ἴχνος τίθημι;
 
βάκτρα πρόσφερʼ, ὦ τέκνον.
Ἀντιγόνη
τᾷδε τᾷδε βᾶθί μοι, 1720
 
τᾷδε τᾷδε πόδα τιθείς,
 
ὥστʼ ὄνειρον ἰσχύν.
Οἰδίπους
ἰὼ ἰώ, δυστυχεστάτας φυγὰς
 
ἐλαύνων τὸν γέροντά μʼ ἐκ πάτρας.
 
ἰὼ ἰώ, δεινὰ δείνʼ ἐγὼ τλάς. 1725
Ἀντιγόνη
τί τλάς; τί τλάς; οὐχ ὁρᾷ Δίκα κακούς,
 
οὐδʼ ἀμείβεται βροτῶν ἀσυνεσίας.
Οἰδίπους
ὅδʼ εἰμὶ μοῦσαν ὃς ἐπὶ καλ-
 
λίνικον οὐράνιον ἔβαν
 
μειξοπαρθένου κόρας 1730
 
αἴνιγμʼ ἀσύνετον εὑρών.
Ἀντιγόνη
Σφιγγὸς ἀναφέρεις ὄνειδος.
 
ἄπαγε τὰ πάρος εὐτυχήματʼ αὐδῶν.
 
τάδε σʼ ἐπέμενε μέλεα πάθεα
 
φυγάδα πατρίδος ἄπο γενόμενον, 1735
 
ὦ πάτερ, θανεῖν που.
 
ποθεινὰ δάκρυα παρὰ φίλαισι παρθένοις
 
λιποῦσʼ ἄπειμι πατρίδος ἀποπρὸ γαίας
 
ἀπαρθένευτʼ ἀλωμένα.
← Önceki Stasimon 5 · 13 / 14 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme