Thesauros Literature Tragedy Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Stasimon 5

[Episode]
κάπροι δʼ ὅπως θήγοντες ἀγρίαν γένυν 1380
Ἄγγελος
ξυνῆψαν, ἀφρῷ διάβροχοι γενειάδας·
 
ᾖσσον δὲ λόγχαις· ἀλλʼ ὑφίζανον κύκλοις,
 
ὅπως σίδηρος ἐξολισθάνοι μάτην.
 
εἰ δʼ ὄμμʼ ὑπερσχὸν ἴτυος ἅτερος μάθοι,
 
λόγχην ἐνώμα, στόματι προφθῆναι θέλων. 1385
 
ἀλλʼ εὖ προσῆγον ἀσπίδων κεγχρώμασιν
 
ὀφθαλμόν, ἀργὸν ὥστε γίγνεσθαι δόρυ.
 
πλείων δὲ τοῖς ὁρῶσιν ἐστάλασσʼ ἱδρὼς
 
ἢ τοῖσι δρῶσι, διὰ φίλων ὀρρωδίαν.
 
Ἐτεοκλέης δὲ ποδὶ μεταψαίρων πέτρον 1390
 
ἴχνους ὑπόδρομον, κῶλον ἐκτὸς ἀσπίδος
 
τίθησι· Πολυνείκης δʼ ἀπήντησεν δορί,
 
πληγὴν σιδήρῳ παραδοθεῖσαν εἰσιδών,
 
κνήμην τε διεπέρασεν Ἀργεῖον δόρυ·
 
στρατὸς δʼ ἀνηλάλαξε Δαναϊδῶν ἅπας. 1395
 
κἀν τῷδε μόχθῳ γυμνὸν ὦμον εἰσιδὼν
 
ὁ πρόσθε τρωθεὶς στέρνα Πολυνείκους βίᾳ
 
διῆκε λόγχην, κἀπέδωκεν ἡδονὰς
 
Κάδμου πολίταις, ἀπὸ δʼ ἔθραυσʼ ἄκρον δόρυ.
 
ἐς δʼ ἄπορον ἥκων δορὸς ἐπὶ σκέλος πάλιν 1400
 
χωρεῖ, λαβὼν δʼ ἀφῆκε μάρμαρον πέτρον
 
μέσον δʼ ἄκοντʼ ἔθραυσεν· ἐξ ἴσου δʼ Ἄρης
 
ἦν, κάμακος ἀμφοῖν χεῖρʼ ἀπεστερημένοιν.
 
ἔνθεν δὲ κώπας ἁρπάσαντε φασγάνων
 
ἐς ταὐτὸν ἧκον, συμβαλόντε δʼ ἀσπίδας 1405
 
πολὺν ταραγμὸν ἀμφιβάντʼ εἶχον μάχης.
 
καί πως νοήσας Ἐτεοκλῆς τὸ Θεσσαλὸν
 
ἐσήγαγεν σόφισμʼ ὁμιλίᾳ χθονός.
 
ἐξαλλαγεὶς γὰρ τοῦ παρεστῶτος πόνου,
← Önceki Stasimon 5 · 2 / 14 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme