Thesauros Literature Tragedy Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Stasimon 5

[Episode]
τρισσὰ φέρουσα τάδʼ αἵματα σύγγονα,
Ἀντιγόνη
ματέρα καὶ τέκνα, χάρματʼ Ἐρινύος;
 
ἃ δόμον Οἰδιπόδα πρόπαν ὤλεσε,
 
τᾶς ἀγρίας ὅτε 1505
 
δυσξυνέτου ξυνετὸν μέλος ἔγνω
 
Σφιγγὸς ἀοιδοῦ σῶμα φονεύσας.
 
ἰώ μοί μοι, πάτερ,
 
τίς Ἑλλὰς ἢ βάρβαρος ἢ
 
τῶν προπάροιθʼ εὐγενετᾶν 1510
 
ἕτερος ἔτλα κακῶν τοσῶνδʼ
 
αἵματος ἁμερίου
 
τοιάδʼ ἄχεα φανερά;
 
τάλαινʼ, ὡς ἐλελίζει —
 
τίς ἄρʼ ὄρνις, ἢ δρυὸς ἢ 1515
 
ἐλάτας ἀκροκόμοις ἀμφὶ κλάδοις ἑζομένα,
 
μονομάτορσιν ὀδυρμοῖς
 
ἐμοῖς ἄχεσι συνῳδός;
 
αἴλινον αἰάγμασιν ἃ
 
τοῖσδε προκλαίω μονάδʼ αἰ- 1520
 
ῶνα διάξουσα τὸν αἰεὶ χρόνον ἐν
 
λειβομένοισιν δάκρυσιν ἰαχήσω.
 
τίνʼ ἐπὶ πρῶτον ἀπὸ χαί-
 
τας σπαραγμοῖς ἀπαρχὰς βάλω; 1525
 
ματρὸς ἐμᾶς ἢ διδύμοι-
 
σι γάλακτος παρὰ μαστοῖς
 
ἢ πρὸς ἀδελ-
 
φῶν οὐλόμενʼ αἰκίσματα νεκρῶν;
 
ὀτοτοτοῖ λεῖπε σοὺς 1530
 
δόμους, ἀλαὸν ὄμμα φέρων,
 
πάτερ γεραιέ, δεῖξον,
← Önceki Stasimon 5 · 6 / 14 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme