Thesauros Literature Tragedy Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Parodos

[Episode]
ὕδασι δουλείαν περιβαλών —
Ἀντιγόνη
μήποτε μήποτε τάνδʼ, ὦ πότνια, 190
 
χρυσεοβόστρυχον ὦ Διὸς ἔρνος
 
Ἄρτεμι, δουλοσύναν τλαίην.
Παιδαγωγός
ὦ τέκνον, ἔσβα δῶμα καὶ κατὰ στέγας
 
ἐν παρθενῶσι μίμνε σοῖς, ἐπεὶ πόθου
 
ἐς τέρψιν ἦλθες ὧν ἔχρῃζες εἰσιδεῖν. 195
 
ὄχλος γάρ, ὡς ταραγμὸς εἰσῆλθεν πόλιν,
 
χωρεῖ γυναικῶν πρὸς δόμους τυραννικούς,
 
φιλόψογον δὲ χρῆμα θηλειῶν ἔφυ,
 
σμικράς τʼ ἀφορμὰς ἢν λάβωσι τῶν λόγων,
 
πλείους ἐπεσφέρουσιν· ἡδονὴ δέ τις 200
 
γυναιξὶ μηδὲν ὑγιὲς ἀλλήλας λέγειν.
[Choral 1]
Τύριον οἶδμα λιποῦσʼ ἔβαν
Χορός
ἀκροθίνια Λοξίᾳ
 
Φοινίσσας ἀπὸ νάσου
 
Φοίβῳ δούλα μελάθρων, 205
 
ἵνʼ ὑπὸ δειράσι νιφοβόλοις
 
Παρνασοῦ κατενάσθη,
 
Ἰόνιον κατὰ πόντον ἐλά-
 
τᾳ πλεύσασα περιρρύτῳ
 
ὑπὲρ ἀκαρπίστων πεδίων 210
 
Σικελίας Ζεφύρου πνοαῖς
 
ἱππεύσαντος, ἐν οὐρανῷ
 
κάλλιστον κελάδημα.
 
πόλεος ἐκπροκριθεῖσʼ ἐμᾶς
 
καλλιστεύματα Λοξίᾳ 215
 
Καδμείων ἔμολον γᾶν,
 
κλεινῶν Ἀγηνοριδᾶν
 
ὁμογενεῖς ἐπὶ Λαΐου
← Önceki Parodos · 4 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme