Thesauros Literature Tragedy Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Stasimon 1

[Episode]
Φοίνισσαν βοὰν
Ἰοκάστη
κλύουσʼ, ὦ νεάνιδες, γηραιὸν
 
πόδʼ ἕλκω, τρομερὰν βάσιν· ἰὼ τέκνον,
 
χρόνῳ σὸν ὄμμα μυρίαις τʼ ἐν ἁμέραις 305
 
προσεῖδον· ἀμφίβαλλε μα-
 
στὸν ὠλέναισι ματέρος,
 
παρηίδων τʼ ὄρεγμα βο-
 
στρύχων τε κυανόχρωτα χαί-
 
τας πλόκαμον, δέραν σκιάζων ἁμάν.
 
ἰὼ ἰώ, μόλις φανεὶς 310
 
ἄελπτα κἀδόκητα ματρὸς ὠλέναις.
 
τί φῶ σε; πῶς ἅπαντα
 
καὶ χερσὶ καὶ λόγοισι
 
πολυέλικτον ἁδονὰν
 
ἐκεῖσε καὶ τὸ δεῦρο 315
 
περιχορεύουσα τέρψιν παλαιᾶν λάβω
 
χαρμονᾶν; ἰὼ τέκος,
 
ἔρημον πατρῷον ἔλιπες δόμον
 
φυγὰς ἀποσταλεὶς ὁμαίμου λώβᾳ,
 
ἦ ποθεινὸς φίλοις, 320
 
ἦ ποθεινὸς Θήβαις.
 
ὅθεν ἐμάν τε λευκόχροα κείρομαι
 
δακρυόεσσʼ ἀνεῖσα πένθει κόμαν,
 
ἄπεπλος φαρέων λευκῶν, ὦ τέκνον,
 
δυσόρφναια δʼ ἀμφὶ τρύχη τάδε 325
 
σκότιʼ ἀμείβομαι.
 
ὁ δʼ ἐν δόμοισι πρέσβυς ὀμματοστερὴς
 
ἀπήνας ὁμοπτέρου τᾶς ἀπο-
 
ζυγείσας δόμων
 
πόθον ἀμφιδάκρυτον ἀεὶ κατ- 330
← Önceki bölüm Stasimon 1 · 1 / 14 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme