Thesauros Literature Tragedy Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Stasimon 1

[Choral 1]
Τύριος, ᾧ τετρασκελὴς
Χορός
μόσχος ἀδάματον πέσημα 640
 
δίκε τελεσφόρον διδοῦσα
 
χρησμόν, οὗ κατοικίσαι
 
πεδία νιν τὸ θέσφατον
 
πυροφόρα δόμων ἔχρη,
 
καλλιπόταμος ὕδατος ἵνα τε 645
 
νοτὶς ἐπέρχεται γύας,
 
Δίρκας χλοηφόρους
 
καὶ βαθυσπόρους γύας·
 
Βρόμιον ἔνθα τέκετο μά-
 
τηρ Διὸς γάμοισι, 650
 
κισσὸς ὃν περιστεφὴς
 
ἕλικος εὐθὺς ἔτι βρέφος
 
χλοηφόροισιν ἔρνεσιν
 
κατασκίοισιν ὀλβίσας ἐνώτισεν,
 
Βάκχιον χόρευμα παρθένοισι Θηβαΐαισι 655
 
καὶ γυναιξὶν εὐίοις.
 
ἔνθα φόνιος ἦν δράκων
 
Ἄρεος ὠμόφρων φύλαξ
 
νάματʼ ἔνυδρα καὶ ῥέεθρα
 
χλοερὰ δεργμάτων κόραισι 660
 
πολυπλάνοις ἐπισκοπῶν·
 
ὃν ἐπὶ χέρνιβας μολὼν
 
Κάδμος ὄλεσε μαρμάρῳ·
 
κρᾶτα φόνιον ὀλεσίθηρος
 
ὠλένας δικὼν βολαῖς, 665
 
δίας ἀμάτορος δʼ
 
ἐς βαθυσπόρους γύας
 
γαπετεῖς δικὼν ὀδόν-
← Önceki Stasimon 1 · 13 / 14 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme