Thesauros Literature Tragedy Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Stasimon 1

[Episode]
ἐλθόντα σὺν ὅπλοις τόνδε καὶ πορθοῦντα γῆν
Ἐτεοκλῆς
τυχεῖν ἃ χρῄζει· ταῖς γὰρ ἂν Θήβαις τόδε
 
γένοιτʼ ὄνειδος, εἰ Μυκηναίου δορὸς
 
φόβῳ παρείην σκῆπτρα τἀμὰ τῷδʼ ἔχειν.
 
χρῆν δʼ αὐτὸν οὐχ ὅπλοισι τὰς διαλλαγάς, 515
 
μῆτερ, ποιεῖσθαι· πᾶν γὰρ ἐξαιρεῖ λόγος
 
ὃ καὶ σίδηρος πολεμίων δράσειεν ἄν.
 
ἀλλʼ, εἰ μὲν ἄλλως τήνδε γῆν οἰκεῖν θέλει,
 
ἔξεστʼ· ἐκεῖνο δʼ οὐχ ἑκὼν μεθήσομαι.
 
ἄρχειν παρόν μοι, τῷδε δουλεύσω ποτέ; 520
 
πρὸς ταῦτʼ ἴτω μὲν πῦρ, ἴτω δὲ φάσγανα,
 
ζεύγνυσθε δʼ ἵππους, πεδία πίμπλαθʼ ἁρμάτων,
 
ὡς οὐ παρήσω τῷδʼ ἐμὴν τυραννίδα.
 
εἴπερ γὰρ ἀδικεῖν χρή, τυραννίδος πέρι
 
κάλλιστον ἀδικεῖν, τἄλλα δʼ εὐσεβεῖν χρεών. 525
Χορός
οὐκ εὖ λέγειν χρὴ μὴ ʼπὶ τοῖς ἔργοις καλοῖς·
 
οὐ γὰρ καλὸν τοῦτʼ, ἀλλὰ τῇ δίκῃ πικρόν.
Ἰοκάστη
ὦ τέκνον, οὐχ ἅπαντα τῷ γήρᾳ κακά,
 
Ἐτεόκλεες, πρόσεστιν· ἀλλʼ ἡμπειρία
 
ἔχει τι λέξαι τῶν νέων σοφώτερον. 530
 
τί τῆς κακίστης δαιμόνων ἐφίεσαι
 
Φιλοτιμίας, παῖ; μὴ σύ γʼ· ἄδικος ἡ θεός·
 
πολλοὺς δʼ ἐς οἴκους καὶ πόλεις εὐδαίμονας
 
ἐσῆλθε κἀξῆλθʼ ἐπʼ ὀλέθρῳ τῶν χρωμένων·
 
ἐφʼ ᾗ σὺ μαίνῃ. κεῖνο κάλλιον, τέκνον, 535
 
Ἰσότητα τιμᾶν, ἣ φίλους ἀεὶ φίλοις
 
πόλεις τε πόλεσι συμμάχους τε συμμάχοις
 
συνδεῖ· τὸ γὰρ ἴσον μόνιμον ἀνθρώποις ἔφυ,
 
τῷ πλέονι δʼ αἰεὶ πολέμιον καθίσταται
 
τοὔλασσον ἐχθρᾶς θʼ ἡμέρας κατάρχεται. 540
← Önceki Stasimon 1 · 8 / 14 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme