Thesauros Literature Tragedy Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Epeisodion 3

Κρέων
τί δρῶντες ἂν μάλιστα σώσαιμεν πόλιν.
Τειρεσίας
Ἐτεοκλέους μὲν οὕνεκʼ ἂν κλῄσας στόμα 865
 
χρησμοὺς ἐπέσχον· σοὶ δʼ, ἐπεὶ χρῄζεις μαθεῖν,
 
λέξω. νοσεῖ γὰρ ἥδε γῆ πάλαι, Κρέον,
 
ἐξ οὗ ʼτεκνώθη Λάιος βίᾳ θεῶν
 
πόσιν τʼ ἔφυσε μητρὶ μέλεον Οἰδίπουν·
 
αἵ θʼ αἱματωποὶ δεργμάτων διαφθοραὶ 870
 
θεῶν σόφισμα κἀπίδειξις Ἑλλάδι.
 
ἃ συγκαλύψαι παῖδες Οἰδίπου χρόνῳ
 
χρῄζοντες, ὡς δὴ θεοὺς ὑπεκδραμούμενοι,
 
ἥμαρτον ἀμαθῶς· οὔτε γὰρ γέρα πατρὶ
 
οὔτʼ ἔξοδον διδόντες, ἄνδρα δυστυχῆ 875
 
ἐξηγρίωσαν· ἐκ δʼ ἔπνευσʼ αὐτοῖς ἀρὰς
 
δεινάς, νοσῶν τε καὶ πρὸς ἠτιμασμένος.
 
ἁγὼ τί οὐ δρῶν, ποῖα δʼ οὐ λέγων ἔπη
 
ἐς ἔχθος ἦλθον παισὶ τοῖσιν Οἰδίπου;
 
ἐγγὺς δὲ θάνατος αὐτόχειρ αὐτοῖς, Κρέον· 880
 
πολλοὶ δὲ νεκροὶ περὶ νεκροῖς πεπτωκότες
 
Ἀργεῖα καὶ Καδμεῖα μείξαντες βέλη
 
πικροὺς γόους δώσουσι Θηβαίᾳ χθονί.
 
σύ τʼ ὦ τάλαινα συγκατασκάπτῃ πόλι,
 
εἰ μὴ λόγοισι τοῖς ἐμοῖς τὶς πείσεται. 885
 
ἐκεῖνο μὲν γὰρ πρῶτον ἦν, τῶν Οἰδίπου
 
μηδένα πολίτην μηδʼ ἄνακτʼ εἶναι χθονός,
 
ὡς δαιμονῶντας κἀνατρέψοντας πόλιν.
 
ἐπεὶ δὲ κρεῖσσον τὸ κακόν ἐστι τἀγαθοῦ,
 
μίʼ ἔστιν ἄλλη μηχανὴ σωτηρίας. 890
 
ἀλλʼ — οὐ γὰρ εἰπεῖν οὔτʼ ἐμοὶ τόδʼ ἀσφαλὲς
 
πικρόν τε τοῖσι τὴν τύχην κεκτημένοις
 
πόλει παρασχεῖν φάρμακον σωτηρίας —
← Önceki Epeisodion 3 · 2 / 7 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme