Thesauros Literature Tragedy Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Epeisodion 3

Τειρεσίας
ἄπειμι. χαίρεθʼ· εἷς γὰρ ὢν πολλῶν μέτα
 
τὸ μέλλον, εἰ χρή, πείσομαι· τί γὰρ πάθω; 895
Κρέων
ἐπίσχες αὐτοῦ, πρέσβυ.
Τειρεσίας
μὴ ʼπιλαμβάνου.
Κρέων
μεῖνον, τί φεύγεις;
Τειρεσίας
ἡ τύχη σʼ, ἀλλʼ οὐκ ἐγώ.
Κρέων
φράσον πολίταις καὶ πόλει σωτηρίαν.
Τειρεσίας
βούλῃ σὺ μέντοι κοὐχὶ βουλήσῃ τάχα.
Κρέων
καὶ πῶς πατρῴαν γαῖαν οὐ σῷσαι θέλω; 900
Τειρεσίας
θέλεις ἀκοῦσαι δῆτα καὶ σπουδὴν ἔχεις;
Κρέων
ἐς γὰρ τί μᾶλλον δεῖ προθυμίαν ἔχειν;
Τειρεσίας
κλύοις ἂν ἤδη τῶν ἐμῶν θεσπισμάτων.
 
πρῶτον δʼ ἐκεῖνο βούλομαι σαφῶς μαθεῖν,
 
ποῦ ʼστιν Μενοικεύς, ὅς με δεῦρʼ ἐπήγαγεν; 905
Κρέων
ὅδʼ οὐ μακρὰν ἄπεστι, πλησίον δὲ σοῦ.
Τειρεσίας
ἀπελθέτω νυν θεσφάτων ἐμῶν ἑκάς.
Κρέων
ἐμὸς πεφυκὼς παῖς ἃ δεῖ σιγήσεται.
Τειρεσίας
βούλῃ παρόντος δῆτά σοι τούτου φράσω;
Κρέων
κλύων γὰρ ἂν τέρποιτο τῆς σωτηρίας. 910
Τειρεσίας
ἄκουε δή νυν θεσφάτων ἐμῶν ὁδόν·
 
ἃ δρῶντες ἂν σώσαιτε Καδμείων πόλιν
 
σφάξαι Μενοικέα τόνδε δεῖ σʼ ὑπὲρ πάτρας,
 
σὸν παῖδʼ, ἐπειδὴ τὴν τύχην αὐτὸς καλεῖς.
Κρέων
τί φῄς; τίνʼ εἶπας τόνδε μῦθον, ὦ γέρον; 915
Τειρεσίας
ἅπερ πέφυκε, ταῦτα κἀνάγκη σὲ δρᾶν.
Κρέων
ὦ πολλὰ λέξας ἐν βραχεῖ χρόνῳ κακά.
Τειρεσίας
σοί γʼ, ἀλλὰ πατρίδι μεγάλα καὶ σωτήρια.
Κρέων
οὐκ ἔκλυον, οὐκ ἤκουσα· χαιρέτω πόλις.
Τειρεσίας
ἁνὴρ ὅδʼ οὐκέθʼ αὑτός· ἐκνεύει πάλιν. 920
Κρέων
χαίρων ἴθʼ· οὐ γὰρ σῶν με δεῖ μαντευμάτων.
← Önceki Epeisodion 3 · 3 / 7 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme