Thesauros Literature Tragedy Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Epeisodion 3

Τειρεσίας
ἀπόλωλεν ἡ ἀλήθειʼ, ἐπεὶ σὺ δυστυχεῖς;
Κρέων
ὦ πρός σε γονάτων καὶ γερασμίου τριχὸς —
Τειρεσίας
τί προσπίτνεις με; δυσφύλακτʼ αἰτῇ κακά.
Κρέων
σίγα· πόλει δὲ τούσδε μὴ λέξῃς λόγους. 925
Τειρεσίας
ἀδικεῖν κελεύεις μʼ· οὐ σιωπήσαιμεν ἄν.
Κρέων
τί δή με δράσεις; παῖδά μου κατακτενεῖς;
Τειρεσίας
ἄλλοις μελήσει ταῦτʼ, ἐμοὶ δʼ εἰρήσεται.
Κρέων
ἐκ τοῦ δʼ ἐμοὶ τόδʼ ἦλθε καὶ τέκνῳ κακόν;
Τειρεσίας
ὀρθῶς μʼ ἐρωτᾷς κεἰς ἀγῶνʼ ἔρχῃ λόγων. 930
 
δεῖ τόνδε θαλάμαις, οὗ δράκων ὁ γηγενὴς
 
ἐγένετο Δίρκης ναμάτων ἐπίσκοπος,
 
σφαγέντα φόνιον αἷμα γῇ δοῦναι χοὰς
 
Κάδμου, παλαιῶν Ἄρεος ἐκ μηνιμάτων,
 
ὃς γηγενεῖ δράκοντι τιμωρεῖ φόνον. 935
 
καὶ ταῦτα δρῶντες σύμμαχον κτήσεσθʼ Ἄρη.
 
χθὼν δʼ ἀντὶ καρποῦ καρπὸν ἀντί θʼ αἵματος
 
αἷμʼ ἢν λάβῃ βρότειον, ἕξετʼ εὐμενῆ
 
γῆν, ἥ ποθʼ ἡμῖν χρυσοπήληκα στάχυν
 
σπαρτῶν ἀνῆκεν· ἐκ γένους δὲ δεῖ θανεῖν 940
 
τοῦδʼ, ὃς δράκοντος γένυος ἐκπέφυκε παῖς.
 
σὺ δʼ ἐνθάδʼ ἡμῖν λοιπὸς εἶ σπαρτῶν γένους
 
ἀκέραιος, ἔκ τε μητρὸς ἀρσένων τʼ ἄπο,
 
οἱ σοί τε παῖδες. Αἵμονος μὲν οὖν γάμοι
 
σφαγὰς ἀπείργουσʼ. οὐ γάρ ἐστιν ᾔθεος· 945
 
κεἰ μὴ γὰρ εὐνῆς ἥψατʼ, ἀλλʼ ἔχει λέχος.
 
οὗτος δὲ πῶλος τῇδʼ ἀνειμένος πόλει
 
θανὼν πατρῴαν γαῖαν ἐκσώσειεν ἄν.
 
πικρὸν δʼ Ἀδράστῳ νόστον Ἀργείοισί τε
 
θήσει, μέλαιναν κῆρʼ ἐπʼ ὄμμασιν βαλών, 950
 
κλεινάς τε Θήβας. τοῖνδʼ ἑλοῦ δυοῖν πότμοιν
← Önceki Epeisodion 3 · 4 / 7 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme