Thesauros Literature Tragedy Ὀρέστης

Ὀρέστης

Ὀρέστης Euripides

Prologos

Ἑλένη
τοῖν τʼ ἀθλίοιν τοῖνδʼ, οὓς ἀπώλεσεν θεός.
 
ἃ δʼ εἰς ἀδελφὴν καιρὸς ἐκπονεῖν ἐμέ,
 
ἅπανθʼ ὑπισχνοῦ νερτέρων δωρήματα.
 
ἴθʼ, ὦ τέκνον μοι, σπεῦδε καὶ χοὰς τάφῳ
 
δοῦσʼ ὡς τάχιστα τῆς πάλιν μέμνησʼ ὁδοῦ. 125
Ἠλέκτρα
ὦ φύσις, ἐν ἀνθρώποισιν ὡς μέγʼ εἶ κακόν,
 
σωτήριόν τε τοῖς καλῶς κεκτημένοις.
 
εἴδετε παρʼ ἄκρας ὡς ἀπέθρισεν τρίχας,
 
σῴζουσα κάλλος; ἔστι δʼ ἡ πάλαι γυνή.
 
θεοί σε μισήσειαν, ὥς μʼ ἀπώλεσας 130
 
καὶ τόνδε πᾶσάν θʼ Ἑλλάδα. ὦ τάλαινʼ ἐγώ·
 
αἵδʼ αὖ πάρεισι τοῖς ἐμοῖς θρηνήμασι
 
φίλαι ξυνῳδοί· τάχα μεταστήσουσʼ ὕπνου
 
τόνδʼ ἡσυχάζοντʼ, ὄμμα δʼ ἐκτήξουσʼ ἐμὸν
 
δακρύοις, ἀδελφὸν ὅταν ὁρῶ μεμηνότα. 135
 
ὦ φίλταται γυναῖκες, ἡσύχῳ ποδὶ
 
χωρεῖτε, μὴ ψοφεῖτε, μηδʼ ἔστω κτύπος.
 
φιλία γὰρ ἡ σὴ πρευμενὴς μέν, ἀλλʼ ἐμοὶ
 
τόνδʼ ἐξεγεῖραι συμφορὰ γενήσεται.
← Önceki Prologos · 5 / 5 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme