Thesauros Literature Tragedy Ὀρέστης

Ὀρέστης

Ὀρέστης Euripides

Stasimon 4

[Episode]
τί γὰρ προσήκει κατθανεῖν σʼ ἐμοῦ μέτα;
Πυλάδης
ἤρου; τί δὲ ζῆν σῆς ἑταιρίας ἄτερ;
Ὀρέστης
οὐκ ἔκτανες σὴν μητέρʼ, ὡς ἐγὼ τάλας.
Πυλάδης
σὺν σοί γε κοινῇ· ταὐτὰ καὶ πάσχειν με δεῖ.
Ὀρέστης
ἀπόδος τὸ σῶμα πατρί, μὴ σύνθνῃσκέ μοι. 1075
 
σοὶ μὲν γὰρ ἔστι πόλις, ἐμοὶ δʼ οὐκ ἔστι δή,
 
καὶ δῶμα πατρὸς καὶ μέγας πλούτου λιμήν.
 
γάμων δὲ τῆς μὲν δυσπότμου τῆσδʼ ἐσφάλης,
 
ἥν σοι κατηγγύησʼ ἑταιρίαν σέβων·
 
σὺ δʼ ἄλλο λέκτρον παιδοποίησαι λαβών, 1080
 
κῆδος δὲ τοὐμὸν καὶ σὸν οὐκέτʼ ἔστι δή.
 
ἀλλʼ, ὦ ποθεινὸν ὄμμʼ ὁμιλίας ἐμῆς,
 
χαῖρʼ· οὐ γὰρ ἡμῖν ἔστι τοῦτο, σοί γε μήν·
 
οἱ γὰρ θανόντες χαρμάτων τητώμεθα.
Πυλάδης
ἦ πολὺ λέλειψαι τῶν ἐμῶν βουλευμάτων. 1085
 
μήθʼ αἷμά μου δέξαιτο κάρπιμον πέδον,
 
μὴ λαμπρὸς αἰθήρ, εἴ σʼ ἐγὼ προδούς ποτε
 
ἐλευθερώσας τοὐμὸν ἀπολίποιμι σέ.
 
καὶ συγκατέκτανον γάρ, οὐκ ἀρνήσομαι,
 
καὶ πάντʼ ἐβούλευσʼ ὧν σὺ νῦν τίνεις δίκας· 1090
 
καὶ ξυνθανεῖν οὖν δεῖ με σοὶ καὶ τῇδʼ ὁμοῦ.
 
ἐμὴν γὰρ αὐτήν, ἧς γε λέχος ἐπῄνεσα,
 
κρίνω δάμαρτα· τί γὰρ ἐρῶ κἀγώ ποτε
 
γῆν Δελφίδʼ ἐλθὼν Φωκέων ἀκρόπτολιν,
 
ὃς πρὶν μὲν ὑμᾶς δυστυχεῖν φίλος παρῆ, 1095
 
νῦν δʼ οὐκέτʼ εἰμὶ δυστυχοῦντί σοι φίλος;
 
οὐκ ἔστιν. ἀλλὰ ταῦτα μὲν κἀμοὶ μέλει·
 
ἐπεὶ δὲ κατθανούμεθʼ, ἐς κοινοὺς λόγους
 
ἔλθωμεν, ὡς ἂν Μενέλεως συνδυστυχῇ.
Ὀρέστης
ὦ φίλτατʼ, εἰ γὰρ τοῦτο κατθάνοιμʼ ἰδών. 1100
← Önceki Stasimon 4 · 3 / 10 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme