Thesauros Literature Tragedy Ὀρέστης

Ὀρέστης

Ὀρέστης Euripides

Stasimon 4

[Episode]
πιθοῦ νυν, ἄμμεινόν τε φασγάνου τομάς.
Ὀρέστης
μενῶ, τὸν ἐχθρὸν εἴ τι τιμωρήσομαι.
Πυλάδης
σίγα νυν· ὡς γυναιξὶ πιστεύω βραχύ.
Ὀρέστης
μηδὲν τρέσῃς τάσδʼ· ὡς πάρεισʼ ἡμῖν φίλαι.
Πυλάδης
Ἑλένην κτάνωμεν, Μενέλεῳ λύπην πικράν. 1105
Ὀρέστης
πῶς; τὸ γὰρ ἕτοιμον ἔστιν, εἴ γʼ ἔσται καλῶς.
Πυλάδης
σφάξαντες. ἐν δόμοις δὲ κρύπτεται σέθεν.
Ὀρέστης
μάλιστα· καὶ δὴ πάντʼ ἀποσφραγίζεται.
Πυλάδης
ἀλλʼ οὐκέθʼ, Ἅιδην νυμφίον κεκτημένη.
Ὀρέστης
καὶ πῶς; ἔχει γὰρ βαρβάρους ὀπάονας. 1110
Πυλάδης
τίνας; Φρυγῶν γὰρ οὐδένʼ ἂν τρέσαιμʼ ἐγώ.
Ὀρέστης
οἵους ἐνόπτρων καὶ μύρων ἐπιστάτας.
Πυλάδης
τρυφὰς γὰρ ἥκει δεῦρʼ ἔχουσα Τρωικάς;
Ὀρέστης
ὥσθʼ Ἑλλὰς αὐτῇ σμικρὸν οἰκητήριον.
Πυλάδης
οὐδὲν τὸ δοῦλον πρὸς τὸ μὴ δοῦλον γένος. 1115
Ὀρέστης
καὶ μὴν τόδʼ ἔρξας δὶς θανεῖν οὐχ ἅζομαι.
Πυλάδης
ἀλλʼ οὐδʼ ἐγὼ μήν, σοί γε τιμωρούμενος.
Ὀρέστης
τὸ πρᾶγμα δήλου καὶ πέραινʼ, ὅπως λέγεις.
Πυλάδης
ἔσιμεν ἐς οἴκους δῆθεν ὡς θανούμενοι.
Ὀρέστης
ἔχω τοσοῦτον, τἀπίλοιπα δʼ οὐκ ἔχω. 1120
Πυλάδης
γόους πρὸς αὐτὴν θησόμεσθʼ ἃ πάσχομεν.
Ὀρέστης
ὥστʼ ἐκδακρῦσαί γʼ ἔνδοθεν κεχαρμένην.
Πυλάδης
καὶ νῷν παρέσται ταῦθʼ ἅπερ κείνῃ τότε.
Ὀρέστης
ἔπειτʼ ἀγῶνα πῶς ἀγωνιούμεθα;
Πυλάδης
κρύπτʼ ἐν πέπλοισι τοισίδʼ ἕξομεν ξίφη. 1125
Ὀρέστης
πρόσθεν δʼ ὀπαδῶν τίς ὄλεθρος γενήσεται;
Πυλάδης
ἐκκλῄσομεν σφᾶς ἄλλον ἄλλοσε στέγης.
Ὀρέστης
καὶ τόν γε μὴ σιγῶντʼ ἀποκτείνειν χρεών.
Πυλάδης
εἶτʼ αὐτὸ δηλοῖ τοὔργον οἷ τείνειν χρεών.
Ὀρέστης
Ἑλένην φονεύειν· μανθάνω τὸ σύμβολον. 1130
← Önceki Stasimon 4 · 4 / 10 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme