Thesauros Literature Tragedy Ὀρέστης

Ὀρέστης

Ὀρέστης Euripides

Epeisodion 1

Χορός
ὅρα παροῦσα, παρθένʼ Ἠλέκτρα, πέλας,
 
μὴ κατθανών σε σύγγονος λέληθʼ ὅδε·
 
οὐ γάρ μʼ ἀρέσκει τῷ λίαν παρειμένῳ. 210
Ὀρέστης
ὦ φίλον ὕπνου θέλγητρον, ἐπίκουρον νόσου,
 
ὡς ἡδύ μοι προσῆλθες — ἐν δέοντί γε.
 
ὦ πότνια Λήθη τῶν κακῶν, ὡς εἶ σοφὴ
 
καὶ τοῖσι δυστυχοῦσιν εὐκταία θεός.
 
πόθεν ποτʼ ἦλθον δεῦρο; πῶς δʼ ἀφικόμην; 215
 
ἀμνημονῶ γάρ, τῶν πρὶν ἀπολειφθεὶς φρενῶν.
Ἠλέκτρα
ὦ φίλταθʼ, ὥς μʼ ηὔφρανας εἰς ὕπνον πεσών.
 
βούλῃ θίγω σου κἀνακουφίσω δέμας;
Ὀρέστης
λαβοῦ λαβοῦ δῆτʼ, ἐκ δʼ ὄμορξον ἀθλίου
 
στόματος ἀφρώδη πέλανον ὀμμάτων τʼ ἐμῶν. 220
Ἠλέκτρα
ἰδού· τὸ δούλευμʼ ἡδύ, κοὐκ ἀναίνομαι
 
ἀδέλφʼ ἀδελφῇ χειρὶ θεραπεύειν μέλη.
Ὀρέστης
ὑπόβαλε πλευροῖς πλευρά, καὐχμώδη κόμην
 
ἄφελε προσώπου· λεπτὰ γὰρ λεύσσω κόραις.
Ἠλέκτρα
ὦ βοστρύχων πινῶδες ἄθλιον κάρα, 225
 
ὡς ἠγρίωσαι διὰ μακρᾶς ἀλουσίας.
Ὀρέστης
κλῖνόν μʼ ἐς εὐνὴν αὖθις· ὅταν ἀνῇ νόσος
 
μανίας, ἄναρθρός εἰμι κἀσθενῶ μέλη.
Ἠλέκτρα
ἰδού. φίλον τοι τῷ νοσοῦντι δέμνιον,
 
ἀνιαρὸν ὂν τὸ κτῆμʼ, ἀναγκαῖον δʼ ὅμως. 230
Ὀρέστης
αὖθίς μʼ ἐς ὀρθὸν στῆσον, ἀνακύκλει δέμας·
 
δυσάρεστον οἱ νοσοῦντες ἀπορίας ὕπο.
Ἠλέκτρα
ἦ κἀπὶ γαίας ἁρμόσαι πόδας θέλεις,
 
χρόνιον ἴχνος θείς; μεταβολὴ πάντων γλυκύ.
Ὀρέστης
μάλιστα· δόξαν γὰρ τόδʼ ὑγιείας ἔχει. 235
 
κρεῖσσον δὲ τὸ δοκεῖν, κἂν ἀληθείας ἀπῇ.
Ἠλέκτρα
ἄκουε δὴ νῦν, ὦ κασίγνητον κάρα,
← Önceki bölüm Epeisodion 1 · 1 / 4 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme