Thesauros Literature Tragedy Ὀρέστης

Ὀρέστης

Ὀρέστης Euripides

Stasimon 2

[Episode]
θηρῶν ὃ πάντες κοὐκ ἐγὼ ζητῶ μόνος.
Χορός
κἀγώ σʼ ἱκνοῦμαι καὶ γυνή περ οὖσʼ ὅμως 680
 
τοῖς δεομένοισιν ὠφελεῖν· οἷός τε δʼ εἶ.
Μενέλαος
Ὀρέστʼ, ἐγώ τοι σὸν καταιδοῦμαι κάρα
 
καὶ ξυμπονῆσαι σοῖς κακοῖσι βούλομαι·
 
καὶ χρὴ γὰρ οὕτω τῶν ὁμαιμόνων κακὰ
 
ξυνεκκομίζειν, δύναμιν ἢν διδῷ θεός, 685
 
θνῄσκοντα καὶ κτείνοντα τοὺς ἐναντίους·
 
τὸ δʼ αὖ δύνασθαι πρὸς θεῶν χρῄζω τυχεῖν.
 
ἥκω γὰρ ἀνδρῶν συμμάχων κενὸν δόρυ
 
ἔχων, πόνοισι μυρίοις ἀλώμενος,
 
σμικρᾷ σὺν ἀλκῇ τῶν λελειμμένων φίλων. 690
 
μάχῃ μὲν οὖν ἂν οὐχ ὑπερβαλοίμεθα
 
Πελασγὸν Ἄργος· εἰ δὲ μαλθακοῖς λόγοις
 
δυναίμεθʼ, ἐνταῦθʼ ἐλπίδος προσήκομεν.
 
σμικροῖσι μὲν γὰρ μεγάλα πῶς ἕλοι τις ἄν;
 
πόνοισιν; ἀμαθὲς καὶ τὸ βούλεσθαι τάδε. 695
 
ὅταν γὰρ ἡβᾷ δῆμος εἰς ὀργὴν πεσών,
 
ὅμοιον ὥστε πῦρ κατασβέσαι λάβρον·
 
εἰ δʼ ἡσύχως τις αὑτὸν ἐντείνοντι μὲν
 
χαλῶν ὑπείκοι καιρὸν εὐλαβούμενος,
 
ἴσως ἂν ἐκπνεύσειεν· ἢν δʼ ἀνῇ πνοάς, 700
 
τύχοις ἂν αὐτοῦ ῥᾳδίως ὅσον θέλεις.
 
ἔνεστι δʼ οἶκτος, ἔνι δὲ καὶ θυμὸς μέγας,
 
καραδοκοῦντι κτῆμα τιμιώτατον.
 
ἐλθὼν δὲ Τυνδάρεών τέ σοι πειράσομαι
 
πόλιν τε πεῖσαι τῷ λίαν χρῆσθαι καλῶς. 705
 
καὶ ναῦς γὰρ ἐνταθεῖσα πρὸς βίαν ποδὶ
 
ἔβαψεν, ἔστη δʼ αὖθις, ἢν χαλᾷ πόδα.
 
μισεῖ γὰρ ὁ θεὸς τὰς ἄγαν προθυμίας,
← Önceki Stasimon 2 · 12 / 18 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme