Thesauros Literature Tragedy Ὀρέστης

Ὀρέστης

Ὀρέστης Euripides

Epeisodion 3

Ἠλέκτρα
γυναῖκες, ἦ που τῶνδʼ ἀφώρμηται δόμων
 
τλήμων Ὀρέστης θεομανεῖ λύσσῃ δαμείς; 845
Χορός
ἥκιστα· πρὸς δʼ Ἀργεῖον οἴχεται λεών,
 
ψυχῆς ἀγῶνα τὸν προκείμενον πέρι
 
δώσων, ἐν ᾧ ζῆν ἢ θανεῖν ὑμᾶς χρεών.
Ἠλέκτρα
οἴμοι· τί χρῆμʼ ἔδρασε; τίς δʼ ἔπεισέ νιν;
Χορός
Πυλάδης· ἔοικε δʼ οὐ μακρὰν ὅδʼ ἄγγελος 850
 
λέξειν τὰ κεῖθεν σοῦ κασιγνήτου πέρι.
Ἄγγελος
ὦ τλῆμον, ὦ δύστηνε τοῦ στρατηλάτου
 
Ἀγαμέμνονος παῖ, πότνιʼ Ἠλέκτρα, λόγους
 
ἄκουσον οὕς σοι δυστυχεῖς ἥκω φέρων.
Ἠλέκτρα
αἰαῖ, διοιχόμεσθα· δῆλος εἶ λόγῳ. 855
 
κακῶν γὰρ ἥκεις, ὡς ἔοικεν, ἄγγελος.
Ἄγγελος
ψήφῳ Πελασγῶν σὸν κασίγνητον θανεῖν
 
καὶ σέ, ὦ τάλαινʼ, ἔδοξε τῇδʼ ἐν ἡμέρᾳ.
Ἠλέκτρα
οἴμοι· προσῆλθεν ἐλπίς, ἣν φοβουμένη
 
πάλαι τὸ μέλλον ἐξετηκόμην γόοις. 860
 
ἀτὰρ τίς ἁγών, τίνες ἐν Ἀργείοις λόγοι
 
καθεῖλον ἡμᾶς κἀπεκύρωσαν θανεῖν;
 
λέγʼ, ὦ γεραιέ· πότερα λευσίμῳ χερὶ
 
ἢ διὰ σιδήρου πνεῦμʼ ἀπορρῆξαί με δεῖ,
 
κοινὰς ἀδελφῷ συμφορὰς κεκτημένην; 865
Ἄγγελος
ἐτύγχανον μὲν ἀγρόθεν πυλῶν ἔσω
 
βαίνων, πυθέσθαι δεόμενος τά τʼ ἀμφὶ σοῦ
 
τά τʼ ἀμφʼ Ὀρέστου· σῷ γὰρ εὔνοιαν πατρὶ
 
ἀεί ποτʼ εἶχον, καί μʼ ἔφερβε σὸς δόμος
 
πένητα μέν, χρῆσθαι δὲ γενναῖον φίλοις. 870
 
ὁρῶ δʼ ὄχλον στείχοντα καὶ θάσσοντʼ ἄκραν,
 
οὗ φασι πρῶτον Δαναὸν Αἰγύπτῳ δίκας
 
διδόντʼ ἀθροῖσαι λαὸν ἐς κοινὰς ἕδρας.
← Önceki bölüm Epeisodion 3 · 1 / 4 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme