Thesauros Literature Tragedy Ὀρέστης

Ὀρέστης

Ὀρέστης Euripides

Epeisodion 3

Ἄγγελος
ἀστῶν δὲ δή τινʼ ἠρόμην ἄθροισμʼ ἰδών·
 
Τί καινὸν Ἄργει; μῶν τι πολεμίων πάρα 875
 
ἄγγελμʼ ἀνεπτέρωκε Δαναϊδῶν πόλιν;
 
ὃ δʼ εἶπʼ· Ὀρέστην κεῖνον οὐχ ὁρᾷς πέλας
 
στείχοντʼ, ἀγῶνα θανάσιμον δραμούμενον;
 
ὁρῶ δʼ ἄελπτον φάσμʼ, ὃ μήποτʼ ὤφελον,
 
Πυλάδην τε καὶ σὸν σύγγονον στείχονθʼ ὁμοῦ, 880
 
τὸν μὲν κατηφῆ καὶ παρειμένον νόσῳ,
 
τὸν δʼ ὥστʼ ἀδελφὸν ἴσα φίλῳ λυπούμενον,
 
νόσημα κηδεύοντα παιδαγωγίᾳ.
 
ἐπεὶ δὲ πλήρης ἐγένετʼ Ἀργείων ὄχλος,
 
κῆρυξ ἀναστὰς εἶπε· Τίς χρῄζει λέγειν, 885
 
πότερον Ὀρέστην κατθανεῖν ἢ μὴ χρεών,
 
μητροκτονοῦντα; κἀπὶ τῷδʼ ἀνίσταται
 
Ταλθύβιος, ὃς σῷ πατρὶ συνεπόρθει Φρύγας.
 
ἔλεξε δʼ, ὑπὸ τοῖς δυναμένοισιν ὢν ἀεί,
 
διχόμυθα, πατέρα μὲν σὸν ἐκπαγλούμενος, 890
 
σὸν δʼ οὐκ ἐπαινῶν σύγγονον, καλοὺς κακοὺς
 
λόγους ἑλίσσων, ὅτι καθισταίη νόμους
 
ἐς τοὺς τεκόντας οὐ καλούς· τὸ δʼ ὄμμʼ ἀεὶ
 
φαιδρωπὸν ἐδίδου τοῖσιν Αἰγίσθου φίλοις.
 
τὸ γὰρ γένος τοιοῦτον· ἐπὶ τὸν εὐτυχῆ 895
 
πηδῶσʼ ἀεὶ κήρυκες· ὅδε δʼ αὐτοῖς φίλος,
 
ὃς ἂν δύνηται πόλεος ἔν τʼ ἀρχαῖσιν ᾖ.
 
ἐπὶ τῷδε δʼ ἠγόρευε Διομήδης ἄναξ.
 
οὗτος κτανεῖν μὲν οὔτε σὲ οὔτε σύγγονον
 
εἴα, φυγῇ δὲ ζημιοῦντας εὐσεβεῖν. 900
 
ἐπερρόθησαν δʼ οἳ μὲν ὡς καλῶς λέγοι,
 
οἳ δʼ οὐκ ἐπῄνουν. κἀπὶ τῷδʼ ἀνίσταται
 
ἀνήρ τις ἀθυρόγλωσσος, ἰσχύων θράσει,
← Önceki Epeisodion 3 · 2 / 4 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme