Thesauros Literature Tragedy Ὀρέστης

Ὀρέστης

Ὀρέστης Euripides

Epeisodion 3

Ἄγγελος
ὑμῖν ἀμύνων οὐδὲν ἧσσον ἢ πατρὶ
 
ἔκτεινα μητέρʼ. εἰ γὰρ ἀρσένων φόνος 935
 
ἔσται γυναιξὶν ὅσιος, οὐ φθάνοιτʼ ἔτʼ ἂν
 
θνῄσκοντες, ἢ γυναιξὶ δουλεύειν χρεών·
 
τοὐναντίον δὲ δράσετʼ ἢ δρᾶσαι χρεών.
 
νῦν μὲν γὰρ ἡ προδοῦσα λέκτρʼ ἐμοῦ πατρὸς
 
τέθνηκεν· εἰ δὲ δὴ κατακτενεῖτʼ ἐμέ, 940
 
ὁ νόμος ἀνεῖται, κοὐ φθάνοι θνῄσκων τις ἄν·
 
ὡς τῆς γε τόλμης οὐ σπάνις γενήσεται.
 
ἀλλʼ οὐκ ἔπειθʼ ὅμιλον, εὖ δοκῶν λέγειν.
 
νικᾷ δʼ ἐκεῖνος ὁ κακὸς ἐν πλήθει λέγων,
 
ὃς ἠγόρευσε σύγγονον σέ τε κτανεῖν. 945
 
μόλις δʼ ἔπεισε μὴ πετρουμένους θανεῖν
 
τλήμων Ὀρέστης· αὐτόχειρι δὲ σφαγῇ
 
ὑπέσχετʼ ἐν τῇδʼ ἡμέρᾳ λείψειν βίον
 
σὺν σοί. πορεύει δʼ αὐτὸν ἐκκλήτων ἄπο
 
Πυλάδης δακρύων· σὺν δʼ ὁμαρτοῦσιν φίλοι 950
 
κλαίοντες, οἰκτίροντες· ἔρχεται δέ σοι
 
πικρὸν θέαμα καὶ πρόσοψις ἀθλία.
 
ἀλλʼ εὐτρέπιζε φάσγανʼ ἢ βρόχον δέρῃ·
 
ὡς δεῖ λιπεῖν σε φέγγος· ἡ εὐγένεια δὲ
 
οὐδέν σʼ ἐπωφέλησεν, οὐδʼ ὁ Πύθιος 955
 
τρίποδα καθίζων Φοῖβος, ἀλλʼ ἀπώλεσεν.
 
ὦ δυστάλαινα παρθένʼ, ὡς ξυνηρεφὲς
 
πρόσωπον εἰς γῆν σὸν βαλοῦσʼ ἄφθογγος εἶ,
 
ὡς εἰς στεναγμοὺς καὶ γόους δραμουμένη.
← Önceki Epeisodion 3 · 4 / 4 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme