Thesauros Literature Tragedy Βάκχαι

Βάκχαι

Βάκχαι Euripides

Eksodos

Κάδμος
τὸν μητρὸς αὐδῶν πατέρα προσπτύξῃ, τέκνον,
 
λέγων· Τίς ἀδικεῖ, τίς σʼ ἀτιμάζει, γέρον; 1320
 
τίς σὴν ταράσσει καρδίαν λυπηρὸς ὤν;
 
λέγʼ, ὡς κολάζω τὸν ἀδικοῦντά σʼ, ὦ πάτερ.
 
νῦν δʼ ἄθλιος μέν εἰμʼ ἐγώ, τλήμων δὲ σύ.
 
οἰκτρὰ δὲ μήτηρ, τλήμονες δὲ σύγγονοι.
 
εἰ δʼ ἔστιν ὅστις δαιμόνων ὑπερφρονεῖ, 1325
 
ἐς τοῦδʼ ἀθρήσας θάνατον ἡγείσθω θεούς.
Χορός
τὸ μὲν σὸν ἀλγῶ, Κάδμε· σὸς δʼ ἔχει δίκην
 
παῖς παιδὸς ἀξίαν μέν, ἀλγεινὴν δὲ σοί.
Ἀγαύη
ὦ πάτερ, ὁρᾷς γὰρ τἄμʼ ὅσῳ μετεστράφη
 
Διονυσος
δράκων γενήσῃ μεταβαλών, δάμαρ τε σὴ 1330
 
ἐκθηριωθεῖσʼ ὄφεος ἀλλάξει τύπον,
 
ἣν Ἄρεος ἔσχες Ἁρμονίαν θνητὸς γεγώς.
 
ὄχον δὲ μόσχων, χρησμὸς ὡς λέγει Διός,
 
ἐλᾷς μετʼ ἀλόχου, βαρβάρων ἡγούμενος.
 
πολλὰς δὲ πέρσεις ἀναρίθμῳ στρατεύματι 1335
 
πόλεις· ὅταν δὲ Λοξίου χρηστήριον
 
διαρπάσωσι, νόστον ἄθλιον πάλιν
 
σχήσουσι· σὲ δʼ Ἄρης Ἁρμονίαν τε ῥύσεται
 
μακάρων τʼ ἐς αἶαν σὸν καθιδρύσει βίον.
 
ταῦτʼ οὐχὶ θνητοῦ πατρὸς ἐκγεγὼς λέγω 1340
 
Διόνυσος, ἀλλὰ Ζηνός· εἰ δὲ σωφρονεῖν
 
ἔγνωθʼ, ὅτʼ οὐκ ἠθέλετε, τὸν Διὸς γόνον
 
εὐδαιμονεῖτʼ ἂν σύμμαχον κεκτημένοι.
Κάδμος
Διόνυσε, λισσόμεσθά σʼ, ἠδικήκαμεν.
Διόνυσος
ὄψʼ ἐμάθεθʼ ἡμᾶς, ὅτε δὲ χρῆν, οὐκ ᾔδετε. 1345
Κάδμος
ἐγνώκαμεν ταῦτʼ· ἀλλʼ ἐπεξέρχῃ λίαν.
Διόνυσος
καὶ γὰρ πρὸς ὑμῶν θεὸς γεγὼς ὑβριζόμην.
← Önceki Eksodos · 5 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme