Thesauros Literature Tragedy Βάκχαι

Βάκχαι

Βάκχαι Euripides

Stasimon 3

[Episode]
ἐλθόντʼ ἐς οἴκους ἃν δοκῇ βουλεύσομαι.
Διόνυσος
ἔξεστι· πάντῃ τό γʼ ἐμὸν εὐτρεπὲς πάρα.
Πενθεύς
στείχοιμʼ ἄν· ἢ γὰρ ὅπλʼ ἔχων πορεύσομαι 845
 
ἢ τοῖσι σοῖσι πείσομαι βουλεύμασιν.
Διόνυσος
γυναῖκες, ἁνὴρ ἐς βόλον καθίσταται,
 
ἥξει δὲ βάκχας, οὗ θανὼν δώσει δίκην.
 
Διόνυσε, νῦν σὸν ἔργον· οὐ γὰρ εἶ πρόσω·
 
τεισώμεθʼ αὐτόν. πρῶτα δʼ ἔκστησον φρενῶν, 850
 
ἐνεὶς ἐλαφρὰν λύσσαν· ὡς φρονῶν μὲν εὖ
 
οὐ μὴ θελήσῃ θῆλυν ἐνδῦναι στολήν,
 
ἔξω δʼ ἐλαύνων τοῦ φρονεῖν ἐνδύσεται.
 
χρῄζω δέ νιν γέλωτα Θηβαίοις ὀφλεῖν
 
γυναικόμορφον ἀγόμενον διʼ ἄστεως 855
 
ἐκ τῶν ἀπειλῶν τῶν πρίν, αἷσι δεινὸς ἦν.
 
ἀλλʼ εἶμι κόσμον ὅνπερ εἰς Ἅιδου λαβὼν
 
ἄπεισι μητρὸς ἐκ χεροῖν κατασφαγείς,
 
Πενθεῖ προσάψων· γνώσεται δὲ τὸν Διὸς
 
Διόνυσον, ὃς πέφυκεν ἐν τέλει θεός, 860
 
δεινότατος, ἀνθρώποισι δʼ ἠπιώτατος.
[Choral 1]
ἆρʼ ἐν παννυχίοις χοροῖς
Χορός
θήσω ποτὲ λευκὸν
 
πόδʼ ἀναβακχεύουσα, δέραν
 
εἰς αἰθέρα δροσερὸν ῥίπτουσʼ, 865
 
ὡς νεβρὸς χλοεραῖς ἐμπαί-
 
ζουσα λείμακος ἡδοναῖς,
 
ἡνίκʼ ἂν φοβερὰν φύγῃ
 
θήραν ἔξω φυλακᾶς
 
εὐπλέκτων ὑπὲρ ἀρκύων, 870
 
θωΰσσων δὲ κυναγέτας
 
συντείνῃ δράμημα κυνῶν·
← Önceki Stasimon 3 · 10 / 12 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme