Thesauros Literature Tragedy Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι Euripides

Eksodos

[Episode]
ἀπεκρίνω δὲ τί;
Ἀχιλλεύς
τὴν ἐμὴν μέλλουσαν εὐνὴν μὴ κτανεῖν— 1355
Κλυταιμήστρα
δίκαια γάρ. 1355
Ἀχιλλεύς
ἣν ἐφήμισεν πατήρ μοι.
Κλυταιμήστρα
καὶ Ἀργόθεν γʼ ἐπέμψατο.
Ἀχιλλεύς
ἀλλʼ ἐνικώμην κεκραγμοῦ.
Κλυταιμήστρα
τὸ πολὺ γὰρ δεινὸν κακόν.
Ἀχιλλεύς
ἀλλʼ ὅμως ἀρήξομέν σοι.
Κλυταιμήστρα
καὶ μαχῇ πολλοῖσιν εἷς;
Ἀχιλλεύς
εἰσορᾷς τεύχη φέροντας τούσδε;
Κλυταιμήστρα
ὄναιο τῶν φρενῶν.
Ἀχιλλεύς
ἀλλʼ ὀνησόμεσθα. 1360
Κλυταιμήστρα
παῖς ἄρʼ οὐκέτι σφαγήσεται; 1360
Ἀχιλλεύς
οὔκ, ἐμοῦ γʼ ἑκόντος.
Κλυταιμήστρα
ἥξει δʼ ὅστις ἅψεται κόρης;
Ἀχιλλεύς
μυρίοι γʼ, ἄξει δʼ Ὀδυσσεύς.
Κλυταιμήστρα
ἆρʼ ὁ Σισύφου γόνος;
Ἀχιλλεύς
αὐτὸς οὗτος.
Κλυταιμήστρα
ἴδια πράσσων, ἢ στρατοῦ ταχθεὶς ὕπο;
Ἀχιλλεύς
αἱρεθεὶς ἑκών.
Κλυταιμήστρα
πονηράν γʼ αἵρεσιν, μιαιφονεῖν.
Ἀχιλλεύς
ἀλλʼ ἐγὼ σχήσω νιν. 1365
Κλυταιμήστρα
ἄξει δʼ οὐχ ἑκοῦσαν ἁρπάσας; 1365
Ἀχιλλεύς
δηλαδὴ ξανθῆς ἐθείρας.
Κλυταιμήστρα
ἐμὲ δὲ δρᾶν τί χρὴ τότε;
Ἀχιλλεύς
ἀντέχου θυγατρός.
Κλυταιμήστρα
ὡς τοῦδʼ εἵνεκʼ οὐ σφαγήσεται.
Ἀχιλλεύς
ἀλλὰ μὴν ἐς τοῦτό γʼ ἥξει.
Ἰφιγένεια
μῆτερ, εἰσακούσατε
 
τῶν ἐμῶν λόγων· μάτην γάρ σʼ εἰσορῶ θυμουμένην
← Önceki Eksodos · 2 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme