Thesauros Literature Tragedy Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι Euripides

Eksodos

[Episode]
βαρβάρων δʼ Ἕλληνας ἄρχειν εἰκός, ἀλλʼ οὐ βαρβάρους, 1400
Ἰφιγένεια
μῆτερ, Ἑλλήνων· τὸ μὲν γὰρ δοῦλον, οἳ δʼ ἐλεύθεροι.
Χορός
τὸ μὲν σόν, ὦ νεᾶνι, γενναίως ἔχει·
 
τὸ τῆς τύχης δὲ καὶ τὸ τῆς θεοῦ νοσεῖ.
Ἀχιλλεύς
Ἀγαμέμνονος παῖ, μακάριόν μέ τις θεῶν
 
ἔμελλε θήσειν, εἰ τύχοιμι σῶν γάμων. 1405
 
ζηλῶ δὲ σοῦ μὲν Ἑλλάδʼ, Ἑλλάδος δὲ σέ.
 
εὖ γὰρ τόδʼ εἶπας ἀξίως τε πατρίδος·
 
τὸ θεομαχεῖν γὰρ ἀπολιποῦσʼ, ὅ σου κρατεῖ,
 
ἐξελογίσω τὰ χρηστὰ τἀναγκαῖά τε.
 
μᾶλλον δὲ λέκτρων σῶν πόθος μʼ ἐσέρχεται 1410
 
ἐς τὴν φύσιν βλέψαντα· γενναία γὰρ εἶ.
 
ὅρα δʼ· ἐγὼ γὰρ βούλομαί σʼ εὐεργετεῖν
 
λαβεῖν τʼ ἐς οἴκους· ἄχθομαί τʼ, ἴστω Θέτις,
 
εἰ μή σε σώσω Δαναΐδαισι διὰ μάχης
 
ἐλθών. ἄθρησον· ὁ θάνατος δεινὸν κακόν. 1415
Ἰφιγένεια
λέγω τάδʼ οὐδὲν οὐδένʼ εὐλαβουμένη.
 
ἡ Τυνδαρὶς παῖς διὰ τὸ σῶμʼ ἀρκεῖ μάχας
 
ἀνδρῶν τιθεῖσα καὶ φόνους· σὺ δʼ, ὦ ξένε,
 
μὴ θνῇσκε διʼ ἐμὲ μηδʼ ἀποκτείνῃς τινά,
 
ἔα δὲ σῷσαί μʼ Ἑλλάδʼ, ἢν δυνώμεθα. 1420
Ἀχιλλεύς
ὦ λῆμʼ ἄριστον, οὐκ ἔχω πρὸς τοῦτʼ ἔτι
 
λέγειν, ἐπεί σοι τάδε δοκεῖ· γενναῖα γὰρ
 
φρονεῖς· τί γὰρ τἀληθὲς οὐκ εἴποι τις ἄν;
 
ὅμως δʼ, ἴσως γὰρ κἂν μεταγνοίης τάδε,
 
ὡς οὖν ἂν εἰδῇς τἀπʼ ἐμοῦ λελεγμένα, 1425
 
ἐλθὼν τάδʼ ὅπλα θήσομαι βωμοῦ πέλας,
 
ὡς οὐκ ἐάσων σʼ ἀλλὰ κωλύσων θανεῖν.
 
χρήσῃ δὲ καὶ σὺ τοῖς ἐμοῖς λόγοις τάχα,
 
ὅταν πέλας σῆς φάσγανον δέρης ἴδῃς.
← Önceki Eksodos · 4 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme