Stasimon 5
[Episode]
ἔθηκεν ὀξὺ χειρὶ φάσγανον σπάσας
Ἄγγελος
κολεῶν ἔσωθεν, κρᾶτά τʼ ἔστεψεν κόρης.
ὁ παῖς δʼ ὁ Πηλέως ἐν κύκλῳ βωμὸν θεᾶς
λαβὼν κανοῦν ἔβρεξε χέρνιβάς θʼ ὁμοῦ,
ἔλεξε δʼ· Ὦ παῖ Ζηνός, ὦ θηροκτόνε,
1570
τὸ λαμπρὸν εἱλίσσουσʼ ἐν εὐφρόνῃ φάος,
δέξαι τὸ θῦμα τόδʼ ὅ γέ σοι δωρούμεθα
στρατός τʼ Ἀχαιῶν Ἀγαμέμνων ἄναξ θʼ ὁμοῦ,
ἄχραντον αἷμα καλλιπαρθένου δέρης,
καὶ δὸς γενέσθαι πλοῦν νεῶν ἀπήμονα
1575
Τροίας τε πέργαμʼ ἐξελεῖν ἡμᾶς δορί.
ἐς γῆν δʼ Ἀτρεῖδαι πᾶς στρατός τʼ ἔστη βλέπων.
ἱερεὺς δὲ φάσγανον λαβὼν ἐπεύξατο,
λαιμόν τʼ ἐπεσκοπεῖθʼ, ἵνα πλήξειεν ἄν·
ἐμοὶ δέ τʼ ἄλγος οὐ μικρὸν εἰσῄει φρενί,
1580
κἄστην νενευκώς· θαῦμα δʼ ἦν αἴφνης ὁρᾶν.
πληγῆς κτύπον γὰρ πᾶς τις ᾔσθετʼ ἂν σαφῶς,
τὴν παρθένον δʼ οὐκ εἶδεν οὗ γῆς εἰσέδυ.
βοᾷ δʼ ἱερεύς, ἅπας δʼ ἐπήχησε στρατός,
ἄελπτον εἰσιδόντες ἐκ θεῶν τινος
1585
φάσμʼ, οὗ γε μηδʼ ὁρωμένου πίστις παρῆν·
ἔλαφος γὰρ ἀσπαίρουσʼ ἔκειτʼ ἐπὶ χθονὶ
ἰδεῖν μεγίστη διαπρεπής τε τὴν θέαν,
ἧς αἵματι βωμὸς ἐραίνετʼ ἄρδην τῆς θεοῦ.
κἀν τῷδε Κάλχας πῶς δοκεῖς χαίρων ἔφη·
1590
Ὦ τοῦδʼ Ἀχαιῶν κοίρανοι κοινοῦ στρατοῦ,
ὁρᾶτε τήνδε θυσίαν, ἣν ἡ θεὸς
προύθηκε βωμίαν, ἔλαφον ὀρειδρόμον;
ταύτην μάλιστα τῆς κόρης ἀσπάζεται,
ὡς μὴ μιάνῃ βωμὸν εὐγενεῖ φόνῳ.
1595