Thesauros Literature Tragedy Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι Euripides

Parodos

[Episode]
Ὦ πρέσβυ, δόμων τῶνδε πάροιθεν
Ἀγαμέμνων
στεῖχε.
Πρεσβύτης
στείχω. τί δὲ καινουργεῖς,
 
Ἀγάμεμνον ἄναξ;
Ἀγαμέμνων
σπεύσεις;
Πρεσβύτης
σπεύδω.
 
μάλα τοι γῆρας τοὐμὸν ἄυπνον
 
καὶ ἐπʼ ὀφθαλμοῖς ὀξὺ πάρεστιν. 5
Ἀγαμέμνων
τίς ποτʼ ἄρʼ ἀστὴρ ὅδε πορθμεύει;
Πρεσβύτης
Σείριος ἐγγὺς τῆς ἑπταπόρου
 
Πλειάδος ᾄσσων ἔτι μεσσήρης.
Ἀγαμέμνων
οὔκουν φθόγγος γʼ οὔτʼ ὀρνίθων
 
οὔτε θαλάσσης· σιγαὶ δʼ ἀνέμων 10
 
τόνδε κατʼ Εὔριπον ἔχουσιν.
Πρεσβύτης
τί δὲ σὺ σκηνῆς ἐκτὸς ἀίσσεις,
 
Ἀγάμεμνον ἄναξ;
 
ἔτι δʼ ἡσυχία τῇδε κατʼ Αὖλιν
 
καὶ ἀκίνητοι φυλακαὶ τειχέων. 15
 
στείχωμεν ἔσω.
Ἀγαμέμνων
ζηλῶ σέ, γέρον,
 
ζηλῶ δʼ ἀνδρῶν ὃς ἀκίνδυνον
 
βίον ἐξεπέρασʼ ἀγνὼς ἀκλεής·
 
τοὺς δʼ ἐν τιμαῖς ἧσσον ζηλῶ.
Πρεσβύτης
καὶ μὴν τὸ καλόν γʼ ἐνταῦθα βίου. 20
Ἀγαμέμνων
τοῦτο δέ γʼ ἐστὶν τὸ καλὸν σφαλερόν,
 
καὶ τὸ πρότιμον
 
γλυκὺ μέν, λυπεῖ δὲ προσιστάμενον.
 
τοτὲ μὲν τὰ θεῶν οὐκ ὀρθωθέντʼ
 
ἀνέτρεψε βίον, τοτὲ δʼ ἀνθρώπων 25
 
γνῶμαι πολλαὶ
← Önceki bölüm Parodos · 1 / 8 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme