Thesauros Literature Tragedy Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι Euripides

Parodos

[Choral 3]
τὸν πάροικον Ἀλφεόν.
[Choral 4]
—Αἰνιάνων δὲ δωδεκάστολοι
Χορός
νᾶες ἦσαν, ὧν ἄναξ
 
Γουνεὺς ἆρχε· τῶνδε δʼ αὖ πέλας
 
Ἤλιδος δυνάστορες, 280
 
οὓς Ἐπειοὺς ὠνόμαζε πᾶς λεώς·
 
Εὔρυτος δʼ ἄνασσε τῶνδε,
 
λευκήρετμον δʼ Ἄρη
 
Τάφιον ἦγεν, ὧν Μέγης ἄνασσε,
 
Φυλέως λόχευμα, 285
 
τὰς Ἐχίνας λιπὼν
 
νήσους ναυβάταις ἀπροσφόρους.
 
—Αἴας δʼ ὁ Σαλαμῖνος ἔντροφος
 
δεξιὸν κέρας πρὸς τὸ λαιὸν ξυνᾶγε, 290
 
τῶν ἆσσον ὥρμει πλάταισιν
 
ἐσχάταισι συμπλέκων
 
δώδεκʼ εὐστροφωτάταισι ναυσίν. ὣς
 
ἄιον καὶ ναυβάταν
 
εἰδόμαν λεών· 295
 
ᾧ τις εἰ προσαρμόσει
 
βαρβάρους βάριδας,
 
νόστον οὐκ ἀποίσεται,
 
ἐνθάδʼ οἷον εἰδόμαν
 
νάιον πόρευμα, 300
 
τὰ δὲ κατʼ οἴκους κλύουσα συγκλήτου
 
μνήμην σῴζομαι στρατεύματος.
← Önceki Parodos · 8 / 8 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme