Thesauros Literature Tragedy Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι Euripides

Epeisodion 1

[Episode]
οὐχὶ δεινά; τὸν ἐμὸν οἰκεῖν οἶκον οὐκ ἐάσομαι;
Μενέλαος
πλάγια γὰρ φρονεῖς, τὰ μὲν νῦν, τὰ δὲ πάλαι, τὰ δʼ αὐτίκα.
Ἀγαμέμνων
εὖ κεκόμψευσαι πονηρά· γλῶσσʼ ἐπίφθονον σοφή.
Μενέλαος
νοῦς δέ γʼ οὐ βέβαιος ἄδικον κτῆμα κοὐ σαφὲς φίλοις.
 
βούλομαι δέ σʼ ἐξελέγξαι, καὶ σὺ μήτʼ ὀργῆς ὕπο 335
 
ἀποτρέπου τἀληθὲς οὔτʼ αὖ κατατενῶ λίαν ἐγώ.
 
οἶσθʼ, ὅτʼ ἐσπούδαζες ἄρχειν Δαναΐδαις πρὸς Ἴλιον,
 
τῷ δοκεῖν μὲν οὐχὶ χρῄζων, τῷ δὲ βούλεσθαι θέλων,
 
ὡς ταπεινὸς ἦσθα, πάσης δεξιᾶς προσθιγγάνων
 
καὶ θύρας ἔχων ἀκλῄστους τῷ θέλοντι δημοτῶν 340
 
καὶ διδοὺς πρόσρησιν ἑξῆς πᾶσι — κεἰ μή τις θέλοι —
 
τοῖς τρόποις ζητῶν πρίασθαι τὸ φιλότιμον ἐκ μέσου;
 
κᾆτʼ, ἐπεὶ κατέσχες ἀρχάς, μεταβαλὼν ἄλλους τρόπους
 
τοῖς φίλοισιν οὐκέτʼ ἦσθα τοῖς πρὶν ὡς πρόσθεν φίλος,
 
δυσπρόσιτος ἔσω τε κλῄθρων σπάνιος. ἄνδρα δʼ οὐ χρεὼν 345
 
τὸν ἀγαθὸν πράσσοντα μεγάλα τοὺς τρόπους μεθιστάναι,
 
ἀλλὰ καὶ βέβαιον εἶναι τότε μάλιστα τοῖς φίλοις,
 
ἡνίκʼ ὠφελεῖν μάλιστα δυνατός ἐστιν εὐτυχῶν.
 
ταῦτα μέν σε πρῶτʼ ἐπῆλθον, ἵνα σε πρῶθʼ ηὗρον κακόν.
 
ὡς δʼ ἐς Αὖλιν ἦλθες αὖθις χὡ Πανελλήνων στρατός, 350
 
οὐδὲν ἦσθʼ, ἀλλʼ ἐξεπλήσσου τῇ τύχῃ τῇ τῶν θεῶν,
 
οὐρίας πομπῆς σπανίζων· Δαναΐδαι δʼ ἀφιέναι
 
ναῦς διήγγελλον, μάτην δὲ μὴ πονεῖν ἐν Αὐλίδι.
 
ὡς ἄνολβον εἶχες ὄμμα σύγχυσίν τʼ, εἰ μὴ νεῶν
 
χιλίων ἄρχων τὸ Πριάμου πεδίον ἐμπλήσεις δορός. 355
 
κἀμὲ παρεκάλεις· Τί δράσω; τίνα δὲ πόρον εὕρω πόθεν; —
 
ὥστε μὴ στερέντα σʼ ἀρχῆς ἀπολέσαι καλὸν κλέος.
 
κᾆτʼ, ἐπεὶ Κάλχας ἐν ἱεροῖς εἶπε σὴν θῦσαι κόρην
 
Ἀρτέμιδι, καὶ πλοῦν ἔσεσθαι Δαναΐδαις, ἡσθεὶς φρένας
 
ἄσμενος θύσειν ὑπέστης παῖδα· καὶ πέμπεις ἑκών, 360
← Önceki Epeisodion 1 · 2 / 9 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme