Thesauros Literature Tragedy Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι Euripides

Epeisodion 1

[Episode]
οὐ βίᾳ — μὴ τοῦτο λέξῃς — σῇ δάμαρτι, παῖδα σὴν
Μενέλαος
δεῦρʼ ἀποστέλλειν, Ἀχιλλεῖ πρόφασιν ὡς γαμουμένην.
 
κᾆθʼ ὑποστρέψας λέληψαι μεταβαλὼν ἄλλας γραφάς,
 
ὡς φονεὺς οὐκέτι θυγατρὸς σῆς ἔσῃ. μάλιστά γε.
 
οὗτος αὑτός ἐστιν αἰθὴρ ὃς τάδʼ ἤκουσεν σέθεν. 365
 
μυρίοι δέ τοι πεπόνθασʼ αὐτό· πρὸς τὰ πράγματα
 
ἐκπονοῦσʼ ἔχοντες, εἶτα δʼ ἐξεχώρησαν κακῶς,
 
τὰ μὲν ὑπὸ γνώμης πολιτῶν ἀσυνέτου, τὰ δʼ ἐνδίκως
 
ἀδύνατοι γεγῶτες αὐτοὶ διαφυλάξασθαι πόλιν.
 
Ἑλλάδος μάλιστʼ ἔγωγε τῆς ταλαιπώρου στένω, 370
 
ἥ, θέλουσα δρᾶν τι κεδνόν, βαρβάρους τοὺς οὐδένας
 
καταγελῶντας ἐξανήσει διὰ σὲ καὶ τὴν σὴν κόρην.
 
μηδένʼ ἀνδρείας ἕκατι προστάτην θείμην χθονός,
 
μηδʼ ὅπλων ἄρχοντα· νοῦν χρὴ τὸν στρατηλάτην ἔχειν·
 
πόλεος ὡς ἄρχων ἀνὴρ πᾶς, ξύνεσιν ἢν ἔχων τύχῃ. 375
Χορός
δεινὸν κασιγνήτοισι γίγνεσθαι λόγους
 
μάχας θʼ, ὅταν ποτʼ ἐμπέσωσιν εἰς ἔριν.
Ἀγαμέμνων
βούλομαί σʼ εἰπεῖν κακῶς εὖ, βραχέα, μὴ λίαν ἄνω
 
βλέφαρα πρὸς τἀναιδὲς ἀγαγών, ἀλλὰ σωφρονεστέρως,
 
ὡς ἀδελφὸν ὄντʼ· ἀνὴρ γὰρ χρηστὸς αἰδεῖσθαι φιλεῖ. 380
 
εἰπέ μοι, τί δεινὰ φυσᾷς αἱματηρὸν ὄμμʼ ἔχων;
 
τίς ἀδικεῖ σε; τοῦ κέχρησαι; χρηστὰ λέκτρʼ ἐρᾷς λαβεῖν;
 
οὐκ ἔχοιμʼ ἄν σοι παρασχεῖν· ὧν γὰρ ἐκτήσω, κακῶς
 
ἦρχες. εἶτʼ ἐγὼ δίκην δῶ σῶν κακῶν, ὁ μὴ σφαλείς;
 
οὐ δάκνει σε τὸ φιλότιμον τοὐμόν, ἀλλʼ ἐν ἀγκάλαις 385
 
εὐπρεπῆ γυναῖκα χρῄζεις, τὸ λελογισμένον παρεὶς
 
καὶ τὸ καλόν, ἔχειν. πονηροῦ φωτὸς ἡδοναὶ κακαί.
 
εἰ δʼ ἐγώ, γνοὺς πρόσθεν οὐκ εὖ, μετετέθην εὐβουλίᾳ,
 
μαίνομαι; σὺ μᾶλλον, ὅστις ἀπολέσας κακὸν λέχος
 
ἀναλαβεῖν θέλεις, θεοῦ σοι τὴν τύχην διδόντος εὖ. 390
← Önceki Epeisodion 1 · 3 / 9 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme