Thesauros Literature Tragedy Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι Euripides

Epeisodion 1

[Episode]
χρόνον παλαιὸν δωμάτων ἔκδημος ὤν.
Αγγελος Α
ἀλλʼ ὡς μακρὰν ἔτεινον, εὔρυτον παρὰ 420
 
κρήνην ἀναψύχουσι θηλύπουν βάσιν,
 
αὐταί τε πῶλοί τʼ· ἐς δὲ λειμώνων χλόην
 
καθεῖμεν αὐτάς, ὡς βορᾶς γευσαίατο.
 
ἐγὼ δὲ πρόδρομος σῆς παρασκευῆς χάριν
 
ἥκω· πέπυσται γὰρ στρατός — ταχεῖα γὰρ 425
 
διῇξε φήμη — παῖδα σὴν ἀφιγμένην.
 
πᾶς δʼ ἐς θένα ὅμιλος ἔρχεται δρόμῳ,
 
σὴν παῖδʼ ὅπως ἴδωσιν· οἱ δʼ εὐδαίμονες
 
ἐν πᾶσι κλεινοὶ καὶ περίβλεπτοι βροτοῖς.
 
λέγουσι δʼ· Ὑμέναιός τις ἢ τί πράσσεται; 430
 
ἢ πόθον ἔχων θυγατρὸς Ἀγαμέμνων ἄναξ
 
ἐκόμισε παῖδα; τῶν δʼ ἂν ἤκουσας τάδε·
 
Ἀρτέμιδι προτελίζουσι τὴν νεάνιδα,
 
Αὐλίδος ἀνάσσῃ. τίς νιν ἄξεταί ποτε;
 
ἀλλʼ εἶα, τἀπὶ τοισίδʼ ἐξάρχου κανᾶ, 435
 
στεφανοῦσθε κρᾶτα καὶ σύ, Μενέλεως ἄναξ,
 
ὑμέναιον εὐτρέπιζε καὶ κατὰ στέγας
 
λωτὸς βοάσθω καὶ ποδῶν ἔστω κτύπος·
 
φῶς γὰρ τόδʼ ἥκει μακάριον τῇ παρθένῳ.
Ἀγαμέμνων
ἐπῄνεσʼ, ἀλλὰ στεῖχε δωμάτων ἔσω· 440
 
τὰ δʼ ἄλλʼ ἰούσης τῆς τύχης ἔσται καλῶς.
 
οἴμοι, τί φῶ δύστηνος; ἄρξωμαι πόθεν;
 
ἐς οἷʼ ἀνάγκης ζεύγματʼ ἐμπεπτώκαμεν.
 
ὑπῆλθε δαίμων, ὥστε τῶν σοφισμάτων
 
πολλῷ γενέσθαι τῶν ἐμῶν σοφώτερος. 445
 
ἡ δυσγένεια δʼ ὡς ἔχει τι χρήσιμον.
 
καὶ γὰρ δακρῦσαι ῥᾳδίως αὐτοῖς ἔχει,
 
ἅπαντά τʼ εἰπεῖν. τῷ δὲ γενναίῳ φύσιν
← Önceki Epeisodion 1 · 5 / 9 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme