Thesauros Literature Tragedy Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι Euripides

Epeisodion 1

[Episode]
ἄνολβα ταῦτα. προστάτην δὲ τοῦ βίου
Ἀγαμέμνων
τὸν ὄγκον ἔχομεν τῷ τʼ ὄχλῳ δουλεύομεν. 450
 
ἐγὼ γὰρ ἐκβαλεῖν μὲν αἰδοῦμαι δάκρυ,
 
τὸ μὴ δακρῦσαι δʼ αὖθις αἰδοῦμαι τάλας,
 
ἐς τὰς μεγίστας συμφορὰς ἀφιγμένος.
 
εἶἑν· τί φήσω πρὸς δάμαρτα τὴν ἐμήν;
 
πῶς δέξομαί νιν; ποῖον ὄμμα συμβαλῶ; 455
 
καὶ γάρ μʼ ἀπώλεσʼ ἐπὶ κακοῖς ἅ μοι πάρος
 
ἐλθοῦσʼ ἄκλητος. εἰκότως δʼ ἅμʼ ἕσπετο
 
θυγατρὶ νυμφεύσουσα καὶ τὰ φίλτατα
 
δώσουσʼ, ἵνʼ ἡμᾶς ὄντας εὑρήσει κακούς.
 
τὴν δʼ αὖ τάλαιναν παρθένον — τί παρθένον; 460
 
Ἅιδης νιν, ὡς ἔοικε, νυμφεύσει τάχα —
 
ὡς ᾤκτισʼ· οἶμαι γάρ νιν ἱκετεύσειν τάδε·
 
Ὦ πάτερ, ἀποκτενεῖς με; τοιούτους γάμους
 
γήμειας αὐτὸς χὥστις ἐστί σοι φίλος.
 
παρὼν δʼ Ὀρέστης ἐγγὺς ἀναβοήσεται 465
 
οὐ συνετὰ συνετῶς· ἔτι γάρ ἐστι νήπιος.
 
αἰαῖ, τὸν Ἑλένης ὥς μʼ ἀπώλεσεν γάμον
 
γήμας ὁ Πριάμου Πάρις, ὃς εἴργασται τάδε.
Χορός
κἀγὼ κατῴκτιρʼ, ὡς γυναῖκα δεῖ ξένην
 
ὑπὲρ τυράννων συμφορᾶς καταστένειν. 470
Μενέλαος
ἀδελφέ, δός μοι δεξιᾶς τῆς σῆς θιγεῖν.
Ἀγαμέμνων
δίδωμι· σὸν γὰρ τὸ κράτος, ἄθλιος δʼ ἐγώ.
Μενέλαος
Πέλοπα κατόμνυμʼ, ὃς πατὴρ τοὐμοῦ πατρὸς
 
τοῦ σοῦ τʼ ἐκλήθη, τὸν τεκόντα τʼ Ἀτρέα,
 
ἦ μὴν ἐρεῖν σοι τἀπὸ καρδίας σαφῶς 475
 
καὶ μὴ ʼπίτηδες μηδέν, ἀλλʼ ὅσον φρονῶ.
 
ἐγώ σʼ ἀπʼ ὄσσων ἐκβαλόντʼ ἰδὼν δάκρυ
 
ᾤκτιρα, καὐτὸς ἀνταφῆκά σοι πάλιν
← Önceki Epeisodion 1 · 6 / 9 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme