Thesauros Literature Tragedy Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι Euripides

Stasimon 2

[Episode]
χώρει δὲ μελάθρων ἐντός — ὀφθῆναι κόραις
Ἀγαμέμνων
πικρόν — φίλημα δοῦσα δεξιάν τέ μοι,
 
μέλλουσα δαρὸν πατρὸς ἀποικήσειν χρόνον. 680
 
ὦ στέρνα καὶ παρῇδες, ὦ ξανθαὶ κόμαι,
 
ὡς ἄχθος ὑμῖν ἐγένεθʼ ἡ Φρυγῶν πόλις
 
Ἑλένη τε. — παύω τοὺς λόγους· ταχεῖα γὰρ
 
νοτὶς διώκει μʼ ὀμμάτων ψαύσαντά σου.
 
ἴθʼ ἐς μέλαθρα. σὲ δὲ παραιτοῦμαι τάδε, 685
 
Λήδας γένεθλον, εἰ κατῳκτίσθην ἄγαν,
 
μέλλων Ἀχιλλεῖ θυγατέρʼ ἐκδώσειν ἐμήν.
 
ἀποστολαὶ γὰρ μακάριαι μέν, ἀλλʼ ὅμως
 
δάκνουσι τοὺς τεκόντας, ὅταν ἄλλοις δόμοις
 
παῖδας παραδιδῷ πολλὰ μοχθήσας πατήρ. 690
Κλυταιμήστρα
οὐχ ὧδʼ ἀσύνετός εἰμι, πείσεσθαι δέ με
 
καὐτὴν δόκει τάδʼ, ὥστε μή σε νουθετεῖν,
 
ὅταν σὺν ὑμεναίοισιν ἐξάγω κόρην·
 
ἀλλʼ ὁ νόμος αὐτὰ τῷ χρόνῳ συνισχανεῖ.
 
τοὔνομα μὲν οὖν παῖδʼ οἶδʼ ὅτῳ κατῄνεσας, 695
 
γένους δʼ ὁποίου χὡπόθεν, μαθεῖν θέλω.
Ἀγαμέμνων
Αἴγινα θυγάτηρ ἐγένετʼ Ἀσωποῦ πατρός.
Κλυταιμήστρα
ταύτην δὲ θνητῶν ἢ θεῶν ἔζευξε τίς;
Ἀγαμέμνων
Ζεύς· Αἰακὸν δʼ ἔφυσεν, Οἰνώνης πρόμον.
Κλυταιμήστρα
τὰ δʼ Αἰακοῦ παῖς τίς κατέσχε δώματα; 700
Ἀγαμέμνων
Πηλεύς· ὁ Πηλεὺς δʼ ἔσχε Νηρέως κόρην.
Κλυταιμήστρα
θεοῦ διδόντος, ἢ βίᾳ θεῶν λαβών;
Ἀγαμέμνων
Ζεὺς ἠγγύησε καὶ δίδωσʼ ὁ κύριος.
Κλυταιμήστρα
γαμεῖ δὲ ποῦ νιν; ἦ κατʼ οἶδμα πόντιον;
Ἀγαμέμνων
Χείρων ἵνʼ οἰκεῖ σεμνὰ Πηλίου βάθρα. 705
Κλυταιμήστρα
οὗ φασι Κενταύρειον ᾠκίσθαι γένος;
Ἀγαμέμνων
ἐνταῦθʼ ἔδαισαν Πηλέως γάμους θεοί.
← Önceki Stasimon 2 · 4 / 8 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme