Stasimon 2
[Episode]
Θέτις δʼ ἔθρεψεν ἢ πατὴρ Ἀχιλλέα;
Ἀγαμέμνων
Χείρων, ἵνʼ ἤθη μὴ μάθοι κακῶν βροτῶν.
σοφός γʼ ὁ θρέψας χὡ διδοὺς σοφώτερος.
710
Ἀγαμέμνων
τοιόσδε παιδὸς σῆς ἀνὴρ ἔσται πόσις.
Κλυταιμήστρα
οὐ μεμπτός. οἰκεῖ δʼ ἄστυ ποῖον Ἑλλάδος;
Ἀγαμέμνων
Ἀπιδανὸν ἀμφὶ ποταμὸν ἐν Φθίας ὅροις.
Κλυταιμήστρα
ἐκεῖσʼ ἀπάξει σὴν ἐμήν τε παρθένον;
Ἀγαμέμνων
κείνῳ μελήσει ταῦτα, τῷ κεκτημένῳ.
715
Κλυταιμήστρα
ἀλλʼ εὐτυχοίτην. τίνι δʼ ἐν ἡμέρᾳ γαμεῖ;
Ἀγαμέμνων
ὅταν σελήνης εὐτυχὴς ἔλθῃ κύκλος.
Κλυταιμήστρα
προτέλεια δʼ ἤδη παιδὸς ἔσφαξας θεᾷ;
Ἀγαμέμνων
μέλλω· ʼπὶ ταύτῃ καὶ καθέσταμεν τύχῃ.
Κλυταιμήστρα
κἄπειτα δαίσεις τοὺς γάμους ἐς ὕστερον;
720
Ἀγαμέμνων
θύσας γε θύμαθʼ ἃ ἐμὲ χρὴ θῦσαι θεοῖς.
Κλυταιμήστρα
ἡμεῖς δὲ θοίνην ποῦ γυναιξὶ θήσομεν;
Ἀγαμέμνων
ἐνθάδε παρʼ εὐπρύμνοισιν Ἀργείων πλάταις.
Κλυταιμήστρα
καλῶς ἀναγκαίως τε· συνενέγκοι δʼ ὅμως.
Ἀγαμέμνων
οἶσθʼ οὖν ὃ δρᾶσον, ὦ γύναι; πιθοῦ δέ μοι.
725
Κλυταιμήστρα
τί χρῆμα; πείθεσθαι γὰρ εἴθισμαι σέθεν.
Ἀγαμέμνων
ἡμεῖς μὲν ἐνθάδʼ, οὗπέρ ἐσθʼ ὁ νυμφίος—
Κλυταιμήστρα
μητρὸς τί χωρὶς δράσεθʼ, ἃ ἐμὲ δρᾶν χρεών;
Ἀγαμέμνων
ἐκδώσομεν σὴν παῖδα Δαναϊδῶν μέτα.
Κλυταιμήστρα
ἡμᾶς δὲ ποῦ χρὴ τηνικαῦτα τυγχάνειν;
730
Ἀγαμέμνων
χώρει πρὸς Ἄργος παρθένους τε τημέλει.
Κλυταιμήστρα
λιποῦσα παῖδα; τίς δʼ ἀνασχήσει φλόγα;
Ἀγαμέμνων
ἐγὼ παρέξω φῶς ὃ νυμφίοις πρέπει.
Κλυταιμήστρα
οὐχ ὁ νόμος οὗτος οὐδὲ φαῦλʼ ἡγητέα.
Ἀγαμέμνων
οὐ καλὸν ἐν ὄχλῳ σʼ ἐξομιλεῖσθαι στρατοῦ.
735
Κλυταιμήστρα
καλὸν τεκοῦσαν τἀμά μʼ ἐκδοῦναι τέκνα.