Thesauros Literature Tragedy Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι Euripides

Epeisodion 3

[Episode]
τί τοῦτʼ ἔλεξας; ὡς ἀκουστέον γέ σου. 1010
Ἀχιλλεύς
πειθώμεθʼ αὖτις πατέρα βέλτιον φρονεῖν.
Κλυταιμήστρα
κακός τίς ἐστι καὶ λίαν ταρβεῖ στρατόν.
Ἀχιλλεύς
ἀλλʼ οἱ λόγοι γε καταπαλαίουσιν λόγους.
Κλυταιμήστρα
ψυχρὰ μὲν ἐλπίς· ὅ τι δὲ χρή με δρᾶν φράσον.
Ἀχιλλεύς
ἱκέτευʼ ἐκεῖνον πρῶτα μὴ κτείνειν τέκνα· 1015
 
ἢν δʼ ἀντιβαίνῃ, πρὸς ἐμέ σοι πορευτέον.
 
ᾗ γὰρ τὸ χρῇζον ἐπίθετʼ, οὐ τοὐμὸν χρεὼν
 
χωρεῖν· ἔχει γὰρ αὐτὸ τὴν σωτηρίαν.
 
κἀγώ τʼ ἀμείνων πρὸς φίλον γενήσομαι,
 
στρατός τʼ ἂν οὐ μέμψαιτό μʼ, εἰ τὰ πράγματα 1020
 
λελογισμένως πράσσοιμι μᾶλλον ἢ σθένει.
 
καλῶς δὲ κρανθέντων καὶ πρὸς ἡδονὴν φίλοις
 
σοί τʼ ἂν γένοιτο κἂν ἐμοῦ χωρὶς τάδε.
Κλυταιμήστρα
ὡς σώφρονʼ εἶπας. δραστέον δʼ ἅ σοι δοκεῖ.
 
ἢν δʼ αὖ τι μὴ πράσσωμεν ὧν ἐγὼ θέλω, 1025
 
ποῦ σʼ αὖθις ὀψόμεσθα, ποῦ; χρή μʼ ἀθλίαν
 
ἐλθοῦσαν εὑρεῖν σὴν χέρʼ ἐπίκουρον κακῶν;
Ἀχιλλεύς
ἡμεῖς σε φύλακες οὗ χρεὼν φυλάξομεν,
 
μή τίς σʼ ἴδῃ στείχουσαν ἐπτοημένην
 
Δαναῶν διʼ ὄχλου· μηδὲ πατρῷον δόμον 1030
 
αἴσχυνʼ· ὁ γάρ τοι Τυνδάρεως οὐκ ἄξιος
 
κακῶς ἀκούειν· ἐν γὰρ Ἕλλησιν μέγας.
Κλυταιμήστρα
ἔστιν τάδʼ· ἄρχε· σοί με δουλεύειν χρεών.
 
εἰ δʼ εἰσὶ θεοί, δίκαιος ὢν ἀνὴρ θεῶν
 
ἐσθλῶν κυρήσεις· εἰ δὲ μή, τί δεῖ πονεῖν; 1035
← Önceki Epeisodion 3 · 8 / 8 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme