Thesauros Literature Tragedy Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι Euripides

Epeisodion 4

Ἀγαμέμνων
τί δʼ ἔστιν; ὥς μοι πάντες εἰς ἓν ἥκετε,
 
σύγχυσιν ἔχοντες καὶ ταραγμὸν ὀμμάτων.
Κλυταιμήστρα
εἴφʼ ἃν ἐρωτήσω σε γενναίως, πόσι.
Ἀγαμέμνων
οὐδὲν κελευσμοῦ δεῖ σʼ· ἐρωτᾶσθαι θέλω. 1130
Κλυταιμήστρα
τὴν παῖδα τὴν σὴν τήν τʼ ἐμὴν μέλλεις κτενεῖν;
Ἀγαμέμνων
ἔα·
 
τλήμονά γʼ ἔλεξας, ὑπονοεῖς θʼ ἃ μή σε χρή.
Κλυταιμήστρα
ἔχʼ ἥσυχος.
 
κἀκεῖνό μοι τὸ πρῶτον ἀπόκριναι πάλιν.
Ἀγαμέμνων
σὺ δʼ, ἤν γʼ ἐρωτᾷς εἰκότʼ, εἰκότʼ ἂν κλύοις.
Κλυταιμήστρα
οὐκ ἄλλʼ ἐρωτῶ, καὶ σὺ μὴ λέγʼ ἄλλα μοι. 1135
Ἀγαμέμνων
ὦ πότνια μοῖρα καὶ τύχη δαίμων τʼ ἐμός.
Κλυταιμήστρα
κἀμός γε καὶ τῆσδʼ, εἷς τριῶν δυσδαιμόνων.
Ἀγαμέμνων
τίνʼ ἠδίκησαι;
Κλυταιμήστρα
τοῦτʼ ἐμοῦ πεύθῃ πάρα;
 
ὁ νοῦς ὅδʼ αὐτὸς νοῦν ἔχων οὐ τυγχάνει.
Ἀγαμέμνων
ἀπωλόμεσθα. προδέδοται τὰ κρυπτά μου. 1140
Κλυταιμήστρα
πάντʼ οἶδα, καὶ πεπύσμεθʼ ἃ σὺ μέλλεις με δρᾶν·
 
αὐτὸ δὲ τὸ σιγᾶν ὁμολογοῦντός ἐστί σου
 
καὶ τὸ στενάζειν· πολλὰ μὴ κάμῃς λέγων.
Ἀγαμέμνων
ἰδοὺ σιωπῶ· τὸ γὰρ ἀναίσχυντον τί δεῖ
 
ψευδῆ λέγοντα προσλαβεῖν τῇ συμφορᾷ; 1145
Κλυταιμήστρα
ἄκουε δή νυν· ἀνακαλύψω γὰρ λόγους,
 
κοὐκέτι παρῳδοῖς χρησόμεσθʼ αἰνίγμασιν.
 
πρῶτον μέν, ἵνα σοι πρῶτα τοῦτʼ ὀνειδίσω,
 
ἔγημας ἄκουσάν με κἄλαβες βίᾳ,
 
τὸν πρόσθεν ἄνδρα Τάνταλον κατακτανών· 1150
 
βρέφος τε τοὐμὸν σῷ προσούδισας πάλῳ,
 
μαστῶν βιαίως τῶν ἐμῶν ἀποσπάσας.
 
καὶ τὼ Διός σε παῖδʼ, ἐμὼ δὲ συγγόνω,
← Önceki Epeisodion 4 · 2 / 7 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme