Thesauros Literature Tragedy Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι Euripides

Epeisodion 4

Ἰφιγένεια
κηλεῖν τε τοῖς λόγοισιν οὓς ἐβουλόμην,
 
ἐνταῦθʼ ἂν ἦλθον· νῦν δέ, τἀπʼ ἐμοῦ σοφά,
 
δάκρυα παρέξω· ταῦτα γὰρ δυναίμεθʼ ἄν. 1215
 
ἱκετηρίαν δὲ γόνασιν ἐξάπτω σέθεν
 
τὸ σῶμα τοὐμόν, ὅπερ ἔτικτεν ἥδε σοι,
 
μή μʼ ἀπολέσῃς ἄωρον· ἡδὺ γὰρ τὸ φῶς
 
βλέπειν· τὰ δʼ ὑπὸ γῆς μή μʼ ἰδεῖν ἀναγκάσῃς.
 
πρώτη σʼ ἐκάλεσα πατέρα καὶ σὺ παῖδʼ ἐμέ· 1220
 
πρώτη δὲ γόνασι σοῖσι σῶμα δοῦσʼ ἐμὸν
 
φίλας χάριτας ἔδωκα κἀντεδεξάμην.
 
λόγος δʼ ὁ μὲν σὸς ἦν ὅδʼ· Ἆρά σʼ, ὦ τέκνον,
 
εὐδαίμονʼ ἀνδρὸς ἐν δόμοισιν ὄψομαι,
 
ζῶσάν τε καὶ θάλλουσαν ἀξίως ἐμοῦ; 1225
 
οὑμὸς δʼ ὅδʼ ἦν αὖ περὶ σὸν ἐξαρτωμένης
 
γένειον, οὗ νῦν ἀντιλάζυμαι χερί·
 
Τί δʼ ἆρʼ ἐγὼ σέ; πρέσβυν ἆρʼ ἐσδέξομαι
 
ἐμῶν φίλαισιν ὑποδοχαῖς δόμων, πάτερ,
 
πόνων τιθηνοὺς ἀποδιδοῦσά σοι τροφάς; 1230
 
τούτων ἐγὼ μὲν τῶν λόγων μνήμην ἔχω,
 
σὺ δʼ ἐπιλέλησαι, καί μʼ ἀποκτεῖναι θέλεις.
 
μή, πρός σε Πέλοπος καὶ πρὸς Ἀτρέως πατρὸς
 
καὶ τῆσδε μητρός, ἣ πρὶν ὠδίνουσʼ ἐμὲ
 
νῦν δευτέραν ὠδῖνα τήνδε λαμβάνει. 1235
 
τί μοι μέτεστι τῶν Ἀλεξάνδρου γάμων
 
Ἑλένης τε; πόθεν ἦλθʼ ἐπʼ ὀλέθρῳ τὠμῷ, πάτερ;
 
βλέψον πρὸς ἡμᾶς, ὄμμα δὸς φίλημά τε,
 
ἵνʼ ἀλλὰ τοῦτο κατθανοῦσʼ ἔχω σέθεν
 
μνημεῖον, ἢν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις. 1240
 
ἀδελφέ, μικρὸς μὲν σύ γʼ ἐπίκουρος φίλοις,
 
ὅμως δὲ συνδάκρυσον, ἱκέτευσον πατρὸς
← Önceki Epeisodion 4 · 5 / 7 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme