Thesauros Literature Tragedy Ῥῆσος

Ῥῆσος

Ῥῆσος Euripides

Stasimon 1

[Episode]
οὐκοῦν πονεῖν μὲν χρή, πονοῦντα δʼ ἄξιον
Δόλων
μισθὸν φέρεσθαι. παντὶ γὰρ προσκείμενον
 
κέρδος πρὸς ἔργῳ τὴν χάριν τίκτει διπλῆν.
Ἕκτωρ
ναί, καὶ δίκαια ταῦτα κοὐκ ἄλλως λέγω.
 
τάξαι δὲ μισθόν, πλὴν ἐμῆς τυραννίδος. 165
Δόλων
οὐ σῆς ἐρῶμεν πολιόχου τυραννίδος.
Ἕκτωρ
σὺ δʼ ἀλλὰ γήμας Πριαμιδῶν γαμβρὸς γενοῦ.
Δόλων
οὐδʼ ἐξ ἐμαυτοῦ μειζόνων γαμεῖν θέλω.
Ἕκτωρ
χρυσὸς πάρεστιν, εἰ τόδʼ αἰτήσεις γέρας.
Δόλων
ἀλλʼ ἔστʼ ἐν οἴκοις· οὐ βίου σπανίζομεν. 170
Ἕκτωρ
τί δῆτα χρῄζεις ὧν κέκευθεν Ἴλιος;
Δόλων
ἑλὼν Ἀχαιοὺς δῶρά μοι ξυναίνεσον.
Ἕκτωρ
δώσω· σὺ δʼ αἴτει πλὴν στρατηλάτας νεῶν.
Δόλων
κτεῖνʼ, οὔ σʼ ἀπαιτῶ Μενέλεω σχέσθαι χέρα.
Ἕκτωρ
οὐ μὴν τὸν Ἰλέως παῖδά μʼ ἐξαιτῇ λαβεῖν; 175
Δόλων
κακαὶ γεωργεῖν χεῖρες εὖ τεθραμμέναι.
Ἕκτωρ
τίνʼ οὖν Ἀχαιῶν ζῶντʼ ἀποινᾶσθαι θέλεις;
Δόλων
καὶ πρόσθεν εἶπον· ἔστι χρυσὸς ἐν δόμοις.
Ἕκτωρ
καὶ μὴν λαφύρων γʼ αὐτὸς αἱρήσῃ παρών.
Δόλων
θεοῖσιν αὐτὰ πασσάλευε πρὸς δόμοις. 180
Ἕκτωρ
τί δῆτα μεῖζον τῶνδέ μʼ αἰτήσεις γέρας;
Δόλων
ἵππους Ἀχιλλέως· χρὴ δʼ ἐπʼ ἀξίοις πονεῖν
 
ψυχὴν προβάλλοντʼ ἐν κύβοισι δαίμονος.
Ἕκτωρ
καὶ μὴν ἐρῶντί γʼ ἀντερᾷς ἵππων ἐμοί·
 
ἐξ ἀφθίτων γὰρ ἄφθιτοι πεφυκότες 185
 
τὸν Πηλέως φέρουσι θούριον γόνον·
 
δίδωσι δʼ αὐτοὺς πωλοδαμνήσας ἄναξ
 
Πηλεῖ Ποσειδῶν, ὡς λέγουσι, πόντιος.
 
ἀλλʼ οὔ σʼ ἐπάρας ψεύσομαι· δώσω δέ σοι,
 
κάλλιστον οἴκοις κτῆμʼ, Ἀχιλλέως ὄχον. 190
← Önceki Stasimon 1 · 2 / 5 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme