Thesauros Literature Tragedy Ῥῆσος

Ῥῆσος

Ῥῆσος Euripides

Stasimon 1

[Episode]
αἰνῶ· λαβὼν δʼ ἄν φημι κάλλιστον Φρυγῶν
Δόλων
δῶρον δέχεσθαι τῆς ἐμῆς εὐσπλαγχνίας.
 
σὲ δʼ οὐ φθονεῖν χρή· μυρίʼ ἔστιν ἄλλα σοι,
 
ἐφʼ οἷσι τέρψῃ τῆσδʼ ἀριστεύων χθονός.
Χορός
μέγας ἀγών, μεγάλα δʼ ἐπινοεῖς ἑλεῖν· 195
 
μακάριός γε μὴν κυρήσας ἔσῃ.
 
πόνος ὅδʼ εὐκλεής·
 
μέγα δὲ κοιράνοισι γαμβρὸν πέλειν.
 
τὰ θεόθεν ἐπιδέτω Δίκα,
 
τὰ δὲ παρʼ ἀνδράσιν τέλειά σοι φαίνεται. 200
Δόλων
στείχοιμʼ ἄν· ἐλθὼν δʼ ἐς δόμους ἐφέστιος
 
σκευῇ πρεπόντως σῶμʼ ἐμὸν καθάψομαι,
 
κἀκεῖθεν ἥσω ναῦς ἐπʼ Ἀργείων πόδα.
Χορός
ἐπεὶ τίνʼ ἄλλην ἀντὶ τῆσδʼ ἕξεις στολήν;
Δόλων
πρέπουσαν ἔργῳ κλωπικοῖς τε βήμασι. 205
Χορός
σοφοῦ παρʼ ἀνδρὸς χρὴ σοφόν τι μανθάνειν·
 
λέξον, τίς ἔσται τοῦδε σώματος σαγή;
Δόλων
λύκειον ἀμφὶ νῶτʼ ἐνάψομαι δορὰν
 
καὶ χάσμα θηρὸς ἀμφʼ ἐμῷ θήσω κάρᾳ,
 
βάσιν τε χερσὶ προσθίαν καθαρμόσας 210
 
καὶ κῶλα κώλοις, τετράπουν μιμήσομαι
 
λύκου κέλευθον πολεμίοις δυσεύρετον,
 
τάφροις πελάζων καὶ νεῶν προβλήμασιν.
 
ὅταν δʼ ἔρημον χῶρον ἐμβαίνω ποδί,
 
δίβαμος εἶμι· τῇδε σύγκειται δόλος. 215
Χορός
ἀλλʼ εὖ σʼ ὁ Μαίας παῖς ἐκεῖσε καὶ πάλιν
 
πέμψειεν Ἑρμῆς, ὅς γε φηλητῶν ἄναξ.
 
ἔχεις δὲ τοὔργον· εὐτυχεῖν μόνον σε δεῖ.
Δόλων
σωθήσομαί γε καὶ κτανὼν Ὀδυσσέως
 
οἴσω κάρα σοι — σύμβολον δʼ ἔχων σαφὲς 220
← Önceki Stasimon 1 · 3 / 5 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme