Thesauros Literature Tragedy Ῥῆσος

Ῥῆσος

Ῥῆσος Euripides

Stasimon 1

[Episode]
φήσεις Δόλωνα ναῦς ἐπʼ Ἀργείων μολεῖν —
Δόλων
ἢ παῖδα Τυδέως· οὐδʼ ἀναιμάκτῳ χερὶ
 
ἥξω πρὸς οἴκους πρὶν φάος μολεῖν χθόνα.
[Choral 1]
Θυμβραῖε καὶ Δάλιε καὶ Λυκίας
Χορός
ναὸν ἐμβατεύων 225
 
Ἄπολλον, ὦ δία κεφαλά, μόλε τοξή-
 
ρης, ἱκοῦ ἐννύχιος
 
καὶ γενοῦ σωτήριος ἀνέρι πομπᾶς
 
ἁγεμὼν καὶ ξύλλαβε Δαρδανίδαις, 230
 
ὦ παγκρατές, ὦ Τροΐας
 
τείχη παλαιὰ δείμας.
 
μόλοι δὲ ναυκλήρια, καὶ στρατιᾶς
 
Ἑλλάδος διόπτας
 
ἵκοιτο, καὶ κάμψειε πάλιν θυμέλας οἴ- 235
 
κων πατρὸς Ἰλιάδας.
 
Φθιάδων δʼ ἵππων ποτʼ ἐπʼ ἄντυγα βαίη,
 
δεσπότου πέρσαντος Ἀχαιὸν Ἄρη,
 
τὰς πόντιος Αἰακίδᾳ 240
 
Πηλεῖ δίδωσι δαίμων.
[Choral 2]
ἐπεὶ πρό τʼ οἴκων πρό τε γᾶς ἔτλα μόνος
Χορός
ναύσταθμα βὰς κατιδεῖν· ἄγαμαι
 
λήματος· ἦ σπανία τις 245
 
τῶν ἀγαθῶν, ὅταν ᾖ
 
δυσάλιος ἐν πελάγει
 
καὶ σαλεύῃ
 
πόλις. ἔστι Φρυγῶν τις ἔστιν ἄλκιμος· 250
 
ἔνι δὲ θράσος ἐν αἰχ-
 
μᾷ· πόθι Μυσῶν ὃς ἐμὰν
 
συμμαχίαν ἀτίζει;
 
τίνʼ ἄνδρʼ Ἀχαιῶν ὁ πεδοστιβὴς σφαγεὺς
← Önceki Stasimon 1 · 4 / 5 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme