Thesauros Literature Tragedy Ῥῆσος

Ῥῆσος

Ῥῆσος Euripides

Epeisodion 1

Ἄγγελος Ποιμήν
ἄναξ, τοιούτων δεσπόταισιν ἄγγελος
 
εἴην τὸ λοιπὸν οἷά σοι φέρω μαθεῖν. 265
Ἕκτωρ
ἦ πόλλʼ ἀγρώταις σκαιὰ πρόσκειται φρενί·
 
καὶ γὰρ σὺ ποίμνας δεσπόταις τευχεσφόροις
 
ἥκειν ἔοικας ἀγγελῶν ἵνʼ οὐ πρέπει.
 
οὐκ οἶσθα δῶμα τοὐμὸν ἢ θρόνους πατρός,
 
οἷ χρῆν γεγωνεῖν σʼ εὐτυχοῦντα ποίμνια; 270
Ἄγγελος
σκαιοὶ βοτῆρές ἐσμεν· οὐκ ἄλλως λέγω.
 
ἀλλʼ οὐδὲν ἧσσον σοι φέρω κεδνοὺς λόγους.
Ἕκτωρ
παῦσαι λέγων μοι τὰς προσαυλείους τύχας·
 
μάχας πρὸ χειρῶν καὶ δόρη βαστάζομεν.
Ἄγγελος
τοιαῦτα κἀγὼ σημανῶν ἐλήλυθα· 275
 
ἀνὴρ γὰρ ἀλκῆς μυρίας στρατηλατῶν
 
στείχει φίλος σοὶ σύμμαχός τε τῇδε γῇ.
Ἕκτωρ
ποίας πατρῴας γῆς ἐρημώσας πέδον;
Ἄγγελος
Θρῄκης· πατρὸς δὲ Στρυμόνος κικλήσκεται.
Ἕκτωρ
Ῥῆσον τιθέντʼ ἔλεξας ἐν Τροίᾳ πόδα; 280
Ἄγγελος
ἔγνως· λόγου δὲ δὶς τόσου μʼ ἐκούφισας.
Ἕκτωρ
καὶ πῶς πρὸς Ἴδης ὀργάδας πορεύεται,
 
πλαγχθεὶς πλατείας πεδιάδος θʼ ἁμαξιτοῦ;
Ἄγγελος
οὐκ οἶδʼ ἀκριβῶς· εἰκάσαι γε μὴν πάρα.
 
νυκτὸς γὰρ οὔτι φαῦλον ἐμβαλεῖν στρατόν, 285
 
κλύοντα πλήρη πεδία πολεμίας χερός.
 
φόβον δʼ ἀγρώσταις, οἳ κατʼ Ἰδαῖον λέπας
 
οἰκοῦμεν αὐτόρριζον ἑστίαν χθονός,
 
παρέσχε δρυμὸν νυκτὸς ἔνθηρον μολών.
 
πολλῇ γὰρ ἠχῇ Θρῄκιος ῥέων στρατὸς 290
 
ἔστειχε· θάμβει δʼ ἐκπλαγέντες ἵεμεν
 
ποίμνας πρὸς ἄκρας, μή τις Ἀργείων μόλῃ
 
λεηλατήσων καὶ σὰ πορθήσων σταθμά,
← Önceki bölüm Epeisodion 1 · 1 / 3 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme