Thesauros Literature Tragedy Ῥῆσος

Ῥῆσος

Ῥῆσος Euripides

Epeisodion 1

Ἕκτωρ
Ῥῆσος δʼ ἔδειξεν οἷος ἦν Τροίᾳ φίλος·
 
ἥκει γὰρ ἐς δαῖτʼ, οὐ παρὼν κυνηγέταις 325
 
αἱροῦσι λείαν οὐδὲ συγκαμὼν δορί.
Χορός
ὀρθῶς ἀτίζεις κἀπίμομφος εἶ φίλοις·
 
δέχου δὲ τοὺς θέλοντας ὠφελεῖν πόλιν.
Ἕκτωρ
ἀρκοῦμεν οἱ σῴζοντες Ἴλιον πάλαι.
Χορός
πέποιθας ἤδη πολεμίους ᾑρηκέναι; 330
Ἕκτωρ
πέποιθα· δείξει τοὐπιὸν σέλας θεοῦ.
Χορός
ὅρα τὸ μέλλον· πόλλʼ ἀναστρέφει θεός.
Ἕκτωρ
μισῶ φίλοισιν ὕστερον βοηδρομεῖν.
 
ὃ δʼ οὖν, ἐπείπερ ἦλθε, σύμμαχος μὲν οὔ,
 
ξένος δὲ πρὸς τράπεζαν ἡκέτω ξένων·
 
χάρις γὰρ αὐτῷ Πριαμιδῶν διώλετο.
Χορός
ἄναξ, ἀπωθεῖν συμμάχους ἐπίφθονον.
Ἄγγελος
φόβος γένοιτʼ ἂν πολεμίοις ὀφθεὶς μόνον. 335
Ἕκτωρ
σύ τʼ εὖ παραινεῖς καὶ σὺ καιρίως σκοπεῖς.
 
ὁ χρυσοτευχὴς δʼ οὕνεκʼ ἀγγέλου λόγων 340
 
Ῥῆσος παρέστω τῇδε σύμμαχος χθονί.
← Önceki Epeisodion 1 · 3 / 3 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme