Thesauros Literature Tragedy Ῥῆσος

Ῥῆσος

Ῥῆσος Euripides

Epeisodion 3

Ἀλέξανδρος
κἀμοί, μέγιστον δʼ ἐν βίῳ κειμήλιον
 
κρίνας σέ φημι τῇδε προσθέσθαι πόλει. 655
 
ἥκω δʼ ἀκούσας οὐ τορῶς — φήμη δέ τις
 
φύλαξιν ἐμπέπτωκεν — ὡς κατάσκοποι
 
ἥκουσʼ Ἀχαιῶν. χὣ μὲν οὐκ ἰδὼν λέγει,
 
ὃ δʼ εἰσιδὼν μολόντας οὐκ ἔχει φράσαι·
 
ὧν οὕνεκʼ εὐνὰς ἤλυθον πρὸς Ἕκτορος. 660
Ἀθήνα
μηδὲν φοβηθῇς· οὐδὲν ἐν στρατῷ νέον·
 
Ἕκτωρ δὲ φροῦδος Θρῇκα κοιμήσων στρατόν.
Ἀλέξανδρος
σύ τοί με πείθεις, σοῖς δὲ πιστεύων λόγοις
 
τάξιν φυλάξων εἶμʼ ἐλεύθερος φόβου.
Ἀθήνα
χώρει· μέλειν γὰρ πάντʼ ἐμοὶ δόκει τὰ σά, 665
 
ὥστʼ εὐτυχοῦντας συμμάχους ἐμοὺς ὁρᾶν.
 
γνώσῃ δὲ καὶ σὺ τὴν ἐμὴν προθυμίαν.
 
ὑμᾶς δʼ ἀυτῶ τοὺς ἄγαν ἐρρωμένους,
 
Λαερτίου παῖ, θηκτὰ κοιμίσαι ξίφη.
 
κεῖται γὰρ ἡμῖν Θρῄκιος στρατηλάτης, 670
 
ἵπποι τʼ ἔχονται, πολέμιοι δʼ ᾐσθημένοι
 
χωροῦσʼ ἐφʼ ὑμᾶς· ἀλλʼ ὅσον τάχιστα χρὴ
 
φεύγειν πρὸς ὁλκοὺς ναυστάθμων. τί μέλλετε
 
σκηπτοῦ ʼπιόντος πολεμίων σῷσαι βίον;
← Önceki Epeisodion 3 · 4 / 4 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme