Thesauros Literature Tragedy Τραχίνιαι

Τραχίνιαι

Τραχίνιαι Sophocles

Eksodos

Ἡρακλῆς
ἀλλʼ ἀστένακτος αἰὲν εἱπόμην κακοῖς.
 
νῦν δʼ ἐκ τοιούτου θῆλυς ηὕρημαι τάλας. 1075
 
καὶ νῦν προσελθὼν στῆθι πλησίον πατρός,
 
σκέψαι θʼ ὁποίας ταῦτα συμφορᾶς ὕπο
 
πέπονθα· δείξω γὰρ τάδʼ ἐκ καλυμμάτων.
 
ἰδού, θεᾶσθε πάντες ἄθλιον δέμας,
 
ὁρᾶτε τὸν δύστηνον, ὡς οἰκτρῶς ἔχω. 1080
 
αἰαῖ, ἆ τάλας,
 
ἔθαλψεν ἄτης σπασμὸς ἀρτίως ὅδʼ αὖ,
 
διῇξε πλευρῶν, οὐδʼ ἀγύμναστόν μʼ ἐᾶν
 
ἔοικεν ἡ τάλαινα διάβορος νόσος.
 
ὦναξ Ἀίδη, δέξαι μʼ, 1085
 
ὦ Διὸς ἀκτίς, παῖσον,
 
ἔνσεισον, ὦναξ, ἐγκατάσκηψον βέλος,
 
πάτερ, κεραυνοῦ· δαίνυται γὰρ αὖ πάλιν,
 
ἤνθηκεν, ἐξωρμήκεν. ὦ χέρες χέρες,
 
ὦ νῶτα καὶ στέρνʼ, ὦ φίλοι βραχίονες, 1090
 
ὑμεῖς δὲ κεῖνοι δὴ καθέσταθʼ, οἵ ποτε
 
Νεμέας ἔνοικον, βουκόλων ἀλάστορα
 
λέοντʼ, ἄπλατον θρέμμα κἀπροσήγορον,
 
βίᾳ κατειργάσασθε, Λερναίαν θʼ ὕδραν,
 
διφυῆ τʼ ἄμικτον ἱπποβάμονα στρατὸν 1095
 
θηρῶν, ὑβριστὴν ἄνομον, ὑπέροχον βίαν,
 
Ἐρυμάνθιόν τε θῆρα, τόν θʼ ὑπὸ χθονὸς
 
Ἅιδου τρίκρανον σκύλακʼ, ἀπρόσμαχον τέρας,
 
δεινῆς Ἐχίδνης θρέμμα, τόν τε χρυσέων
 
δράκοντα μήλων φύλακʼ ἐπʼ ἐσχάτοις τόποις. 1100
 
ἄλλων τε μόχθων μυρίων ἐγευσάμην,
 
κοὐδεὶς τροπαῖʼ ἔστησε τῶν ἐμῶν χερῶν.
 
νῦν δʼ ὧδʼ ἄναρθρος καὶ κατερρακωμένος
← Önceki Eksodos · 2 / 8 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme