Eksodos
Ἡρακλῆς
τυφλῆς ὑπʼ ἄτης ἐκπεπόρθημαι τάλας,
ὁ τῆς ἀρίστης μητρὸς ὠνομασμένος,
1105
ὁ τοῦ κατʼ ἄστρα Ζηνὸς αὐδηθεὶς γόνος.
ἀλλʼ εὖ γέ τοι τόδʼ ἴστε, κἂν τὸ μηδὲν ὦ
κἂν μηδὲν ἕρπω, τήν γε δράσασαν τάδε
χειρώσομαι κἀκ τῶνδε· προσμόλοι μόνον,
ἵνʼ ἐκδιδαχθῇ πᾶσιν ἀγγέλλειν ὅτι
1110
καὶ ζῶν κακούς γε καὶ θανὼν ἐτισάμην.
Χορός
ὦ τλῆμον Ἑλλάς, πένθος οἷον εἰσορῶ
ἕξουσαν, ἀνδρὸς τοῦδέ γʼ εἰ σφαλήσεται.
Ὕλλος
ἐπεὶ παρέσχες ἀντιφωνῆσαι, πάτερ,
σιγὴν παρασχὼν κλῦθί μου, νοσῶν ὅμως·
1115
αἰτήσομαι γάρ σʼ ὧν δίκαια τυγχάνειν.
δός μοι σεαυτόν, μὴ τοσοῦτον ὡς δάκνει
θυμῷ δύσοργος· οὐ γὰρ ἂν γνοίης ἐν οἷς
χαίρειν προθυμεῖ κἀν ὅτοις ἀλγεῖς μάτην.
Ἡρακλῆς
εἰπὼν ὃ χρῄζεις λῆξον· ὡς ἐγὼ νοσῶν
1120
οὐδὲν ξυνίημʼ ὧν σὺ ποικίλλεις πάλαι.
Ὕλλος
τῆς μητρὸς ἥκω τῆς ἐμῆς φράσων ἐν οἷς
νῦν ἐστιν ὥς θʼ ἥμαρτεν οὐχ ἑκουσία.
Ἡρακλῆς
ὦ παγκάκιστε, καὶ παρεμνήσω γὰρ αὖ
τῆς πατροφόντου μητρός, ὡς κλύειν ἐμέ;
1125
Ὕλλος
ἔχει γὰρ οὕτως ὥστε μὴ σιγᾶν πρέπειν.
Ἡρακλῆς
οὐ δῆτα τοῖς γε πρόσθεν ἡμαρτημένοις.
Ὕλλος
ἀλλʼ οὐδὲ μὲν δὴ τοῖς γʼ ἐφʼ ἡμέραν ἐρεῖς.
Ἡρακλῆς
λέγʼ, εὐλαβοῦ δὲ μὴ φανῇς κακὸς γεγώς.
Ὕλλος
λέγω· τέθνηκεν ἀρτίως νεοσφαγής.
1130
Ἡρακλῆς
πρὸς τοῦ; τέρας τοι διὰ κακῶν ἐθέσπισας.
Ὕλλος
αὐτὴ πρὸς αὑτῆς, οὐδενὸς πρὸς ἐκτόπου.
Ἡρακλῆς
οἴμοι· πρὶν ὡς χρῆν σφʼ ἐξ ἐμῆς θανεῖν χερός;