Thesauros Literature Tragedy Τραχίνιαι

Τραχίνιαι

Τραχίνιαι Sophocles

Eksodos

Ὕλλος
κἂν σοῦ στραφείη θυμός, εἰ τὸ πᾶν μάθοις.
Ἡρακλῆς
δεινοῦ λόγου κατῆρξας· εἰπὲ δʼ ᾗ νοεῖς. 1135
Ὕλλος
ἅπαν τὸ χρῆμʼ, ἥμαρτε χρηστὰ μωμένη.
Ἡρακλῆς
χρήστʼ, ὦ κάκιστε, πατέρα σὸν κτείνασα δρᾷ;
Ὕλλος
στέργημα γὰρ δοκοῦσα προσβαλεῖν σέθεν
 
ἀπήμπλαχʼ, ὡς προσεῖδε τοὺς ἔνδον γάμους.
Ἡρακλῆς
καὶ τίς τοσοῦτος φαρμακεὺς Τραχινίων; 1140
Ὕλλος
Νέσσος πάλαι Κένταυρος ἐξέπεισέ νιν
 
τοιῷδε φίλτρῳ τὸν σὸν ἐκμῆναι πόθον.
Ἡρακλῆς
ἰοὺ ἰοὺ δύστηνος, οἴχομαι τάλας·
 
ὄλωλʼ ὄλωλα, φέγγος οὐκέτʼ ἔστι μοι.
 
οἴμοι, φρονῶ δὴ ξυμφορᾶς ἵνʼ ἕσταμεν. 1145
 
ἴθʼ, ὦ τέκνον, πατὴρ γὰρ οὐκέτʼ ἔστι σοι·
 
κάλει τὸ πᾶν μοι σπέρμα σῶν ὁμαιμόνων,
 
κάλει δὲ τὴν τάλαιναν Ἀλκμήνην, Διὸς
 
μάτην ἄκοιτιν, ὡς τελευταίαν ἐμοῦ
 
φήμην πύθησθε θεσφάτων ὅσʼ οἶδʼ ἐγώ. 1150
Ὕλλος
ἀλλʼ οὔτε μήτηρ ἐνθάδʼ, ἀλλʼ ἐπακτίᾳ
 
Τίρυνθι συμβέβηκεν ὥστʼ ἔχειν ἕδραν.
 
παίδων δὲ τοὺς μὲν ξυλλαβοῦσʼ αὐτὴ τρέφει,
 
τοὺς δʼ ἂν τὸ Θήβης ἄστυ ναίοντας μάθοις·
 
ἡμεῖς δʼ ὅσοι πάρεσμεν, εἴ τι χρή, πάτερ, 1155
 
πράσσειν, κλύοντες ἐξυπηρετήσομεν.
Ἡρακλῆς
σὺ δʼ οὖν ἄκουε τοὔργον· ἐξήκεις δʼ ἵνα
 
φανεῖς ὁποῖος ὢν ἀνὴρ ἐμὸς καλεῖ.
 
ἐμοὶ γὰρ ἦν πρόφαντον ἐκ πατρὸς πάλαι,
 
τῶν ἐμπνεόντων μηδενὸς θανεῖν ὕπο, 1160
 
ἀλλʼ ὅστις Ἅιδου φθίμενος οἰκήτωρ πέλοι.
 
ὅδʼ οὖν ὁ θὴρ Κένταυρος, ὡς τὸ θεῖον ἦν
 
πρόφαντον, οὕτω ζῶντά μʼ ἔκτεινεν θανών.
← Önceki Eksodos · 4 / 8 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme