Thesauros Literature Tragedy Τραχίνιαι

Τραχίνιαι

Τραχίνιαι Sophocles

Epeisodion 2

Δηιάνειρα
ἔνεστι, πείρᾳ δʼ οὐ προσωμίλησά πω·
Χορός
ἀλλʼ εἰδέναι χρὴ δρῶσαν, ὡς οὐδʼ εἰ δοκεῖς
 
ἔχειν, ἔχοις ἂν γνῶμα, μὴ πειρωμένη.
Δηιάνειρα
ἀλλʼ αὐτίκʼ εἰσόμεσθα, τόνδε γὰρ βλέπω
 
θυραῖον ἤδη· διὰ τάχους δʼ ἐλεύσεται. 595
 
μόνον παρʼ ὑμῶν εὖ στεγοίμεθʼ· ὡς σκότῳ
 
κἂν αἰσχρὰ πράσσῃς, οὔποτʼ αἰσχύνῃ πεσεῖ.
Λίχας
τί χρὴ ποεῖν; σήμαινε, τέκνον Οἰνέως,
 
ὡς ἐσμὲν ἤδη τῷ μακρῷ χρόνῳ βραδεῖς.
Δηιάνειρα
ἀλλʼ αὐτὰ δή σοι ταῦτα καὶ πράσσω, Λίχα, 600
 
ἕως σὺ ταῖς ἔσωθεν ἠγορῶ ξέναις,
 
ὅπως φέρῃς μοι τόνδε ταναϋφῆ πέπλον,
 
δώρημʼ ἐκείνῳ τἀνδρὶ τῆς ἐμῆς χερός.
 
διδοὺς δὲ τόνδε φράζʼ ὅπως μηδεὶς βροτῶν
 
κείνου πάροιθεν ἀμφιδύσεται χροΐ, 605
 
μηδʼ ὄψεταί νιν μήτε φέγγος ἡλίου
 
μήθʼ ἕρκος ἱερὸν μήτʼ ἐφέστιον σέλας,
 
πρὶν κεῖνος αὐτὸν φανερὸς ἐμφανῶς σταθεὶς
 
δείξῃ θεοῖσιν ἡμέρᾳ ταυροσφάγῳ.
 
οὕτω γὰρ ηὔγμην, εἴ ποτʼ αὐτὸν ἐς δόμους 610
 
ἴδοιμι σωθέντʼ ἢ κλύοιμι πανδίκως,
 
στελεῖν χιτῶνι τῷδε καὶ φανεῖν θεοῖς
 
θυτῆρα καινῷ καινὸν ἐν πεπλώματι.
 
καὶ τῶνδʼ ἀποίσεις σῆμʼ, ὃ κεῖνος εὐμαθὲς
 
σφραγῖδος ἕρκει τῷδʼ ἐπὸν μαθήσεται. 615
 
ἀλλʼ ἕρπε, καὶ φύλασσε πρῶτα μὲν νόμον,
 
τὸ μὴ ʼπιθυμεῖν πομπὸς ὢν περισσὰ δρᾶν·
 
ἔπειθʼ ὅπως ἂν ἡ χάρις κείνου τέ σοι
 
κἀμοῦ ξυνελθοῦσʼ ἐξ ἁπλῆς διπλῆ φανῇ.
Λίχας
ἀλλʼ εἴπερ Ἑρμοῦ τήνδε πομπεύω τέχνην 620
← Önceki Epeisodion 2 · 3 / 4 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme