Thesauros Literature Tragedy Ἀντιγόνη

Ἀντιγόνη

Ἀντιγόνη Sophocles

Stasimon 6

[Episode]
καὶ μὴν ὅδʼ ἄναξ αὐτὸς ἐφήκει
Χορός
μνῆμʼ ἐπίσημον διὰ χειρὸς ἔχων,
 
εἰ θέμις εἰπεῖν, οὐκ ἀλλοτρίαν
 
ἄτην, ἀλλʼ αὐτὸς ἁμαρτών. 1260
[Choral 1]
ἰὼ
Κρέων
φρενῶν δυσφρόνων ἁμαρτήματα
 
στερεὰ θανατόεντʼ,
 
ὦ κτανόντας τε καὶ
 
θανόντας βλέποντες ἐμφυλίους.
 
ὤμοι ἐμῶν ἄνολβα βουλευμάτων. 1265
 
ἰὼ παῖ, νέος νέῳ ξὺν μόρῳ
 
αἰαῖ αἰαῖ,
 
ἔθανες, ἀπελύθης
 
ἐμαῖς οὐδὲ σαῖσι δυσβουλίαις.
[Choral 2]
οἴμʼ ὡς ἔοικας ὀψὲ τὴν δίκην ἰδεῖν. 1270
Κρέων
οἴμοι,
 
ἔχω μαθὼν δείλαιος· ἐν δʼ ἐμῷ κάρᾳ
 
θεὸς τότʼ ἄρα τότε μέγα βάρος μʼ ἔχων
 
ἔπαισεν, ἐν δʼ ἔσεισεν ἀγρίαις ὁδοῖς,
 
οἴμοι, λακπάτητον ἀντρέπων χαράν. 1275
 
φεῦ φεῦ, ὦ πόνοι βροτῶν δύσπονοι.
Ἐξάγγελος
ὦ δέσποθʼ, ὡς ἔχων τε καὶ κεκτημένος,
 
τὰ μὲν πρὸ χειρῶν τάδε φέρων, τὰ δʼ ἐν δόμοις
 
ἔοικας ἥκειν καὶ τάχʼ ὄψεσθαι κακά. 1280
Κρέων
τί δʼ ἔστιν αὖ κάκιον ἐκ κακῶν ἔτι;
Ἐξάγγελος
γυνὴ τέθνηκε, τοῦδε παμμήτωρ νεκροῦ,
 
δύστηνος, ἄρτι νεοτόμοισι πλήγμασιν.
[Choral 1]
ἰώ.
Κρέων
ἰὼ δυσκάθαρτος Ἅιδου λιμήν,
 
τί μʼ ἄρα τί μʼ ὀλέκεις; 1285
← Önceki bölüm Stasimon 6 · 1 / 3 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme